ἈπολυτίκιονἮχος πλ. α’. Τὸν συνάναρχον Λόγον.῾Ιερεῖον προσοίσας σὲ Χριστῷ, ῞Αγιε, ἀγαλλόμενος πόθῳ, Δαμιανὲ ἱερέ, νεομαρτύρων τὸν χορὸν ἠγλάϊσας, θεοφόρε. Θρέμμα ᾿Αγράφων τὸ σεπτόν, τὴν πίστιν ἤρδευσας Χριστοῦ πυρί τε καὶ τοῖς βασάνοις. Καὶ νῦν τῷ θρόνῳ Κυρίου ὑπὲρ ἡμῶν πρεσβεύεις πάντοτε.
Ἕτερον ἈπολυτίκιονἮχος δ΄. Ταχὺ προκατάλαβε.Εὐφράνθητι σήμερον ἡ ἐν Κισσάβῳ Μονή, καὶ Λάρισα σκίρτησον, Δαμιανοῦ ἡ σεπτὴ πανήγυρις πάρεστι. Δεῦτε οὖν καὶ συμφώνως, ἐν αὐτῇ τῲ Σωτῆρι, ᾄσωμεν ἐν αἰνέσει, τοῦτον ἀνευφημοῦντες, αὐτοῦ ταῖς ἱκεσίαις ὅπως σωζώμεθα.
Ἕτερον Ἀπολυτίκιον 
(Κατέβασμα)Ἦχος πλ. ἀ'. Τὸν συνάναρχον Λόγον.Φιλοθέου της μάνδρας σεπτόν ανάστημα, Αγράφων και Θεσσαλίας ιεροκήρυξ λαμπρέ και Καρύτσης των Δολόπων μέγα καύχημα, θεοειδές Δαμιανέ, οσιόαθλε κλεινέ Λαρίσης ο αγιάσας την χθόνα, ρύσαι κακίας του μισοκάλου τους τιμώντας σε.
ΚοντάκιονΠοθῶν ἐκ νεότητος τὴν τῶν ᾿Αγγέλων ζωήν, ἠσκήθης ἀθλούμενος τῇ Φιλοθέου μονῇ, Δαμιανὲ ὅσιε· ὅθεν τῇ ἐπινεύσει θείου Πνεύματος, πάτερ, ἤχθης τῇ Θεσσαλίᾳ, ἐκβοῶν παῤῥησίᾳ, εἰς Χριστοῦ βιοτὴν τὴν ἁγίαν προσκαλῶν τοὺς πιστοὺς καὶ εἰς θέωσιν.
Ἕτερον ΚοντάκιονἮχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.Τὸν τῆς Ἑλλάδος μοναστὴν τὸν ἀκριβέστατον, καὶ Θετταλίας ἀθλητὴν ὄντως στεῤῥότατον, εὐκλεέστατον τὸ βλάστημα Μυριχόβου, και Κισσάβου δὲ τὸ κλέος καὶ ἀγλάϊσμα, εὐφημοῦντές σε ψυχῆς ἐν ἀγαλλιάσει, καὶ γεραίροντες,· Χαίροις Πάτερ σοι κράζομεν.
ΚάθισμαἮχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.Ἐγκαρτερῶν ταῖς προσευχαῖς Θεῷ ὡμίλεις, ἀσκητικῶς Δαμιανὲ σαρκὸς τὰ πάθη, ἀπενέκρωσαι ὄντως Χριστοῦ τῇ δυνάμει, ὀλέσας τὸν ἀλάζονα Πάτερ ἐχθρόν, ἐμπρέψας ἐν πολιτείᾳ μοναδικῇ, νῦν ὁσίως διήνυσας, ἀγείρως ποίμνην τῷ Χριστῳ, τὴν μάνδραν σου περίσωζε, σὲ τιμῶσαν οὖν ἄτρωτον.
Ὁ ΟἶκοςΠρὸς τὸ Ἄγγελος πρωτοστάτης.Ἔνθερμον ἐγκρατείας, ζῆλον ἔχων παμμάκαρ, λιπὼν τὰ ἐν τῷ κόσμῳ, τὸ σχῆμα τὸ σεπτὸν ἐνεδύσω σπουδῇ, ἀκριβῶς ἀσκήσας ἀρετὴν ἅπασαν. Ἀθλήσαντα γενναίως δὲ ὁρῶντές σοι βοῶμεν οὕτω·
Χαίροις, στεῤῥῶς τὰ ἄφθαρτα μισήσας·
χαίροις, ἀνθ’ ὧν τὰ ἑστῶτα ποθήσας.
Χαίροις, πρὸς ἀγῶνας τραπεὶς τῆς ἀσκήσεως·
χαίροις, ἀλγηδόνας ὑποστὰς καὶ ἀθλήσεως.
Χαίροις, πλῆθος πολυάριθμος καταστρέψας δυσσεβῶν·
χαίροις στῖφος πολυσύνθετον ἐκνικήσας πειρασμῶν.
Χαίροις, φωστὴρ Ὁσίων ὁμόζηλε·
χαίροις, ἀστὴρ αὐγάζων πολύφωτε.
Χαίροις, δι’ οὗ ἀπηλέγχθη ἡ πλάνη·
χαίροις, δι’ οὗ Χριστὸς ἀνεφάνη.
Χαίροις Πάτερ σοι κράζοντες.
Μεγαλυνάριον῾Ριχόβου ᾿Αγράφων θεῖον βλαστόν, Μονῆς Φιλοθέου θρέμμα ἅγιον καὶ λαμπρόν, τὸν ἐν μαρτυρίοις καὶ πυρὶ τελειωθέντα Δαμιανὸν τὸν Νέον ἐγκωμιάσωμεν.