Ἀπολυτίκιον Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας, καὶ πειρασμῶν λυτρούσαι τοὺς βοῶντας σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον Ἦχος δ'. Ο ἔνσαρκος ἄγγελος Ἀνδρείῳ φρονήματι ὑπεραθλήσας, λαμπρῶς ἀνδρείως ἐμόχθησας ὑπὲρ Χριστοῦ ἀληθῶς, ᾿Ανδρέα μακάριε· σὺ γὰρ καὶ ἐν τῷ κόσμῳ καὶ ἐρήμῳ παλαίσας, ἤθλησας ἐν Καλάνᾳ, τῷ θεῷ εὐαρέστως· δι' ὃ ἐν παῤῥησίᾳ, σεπτέ, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.
Κοντάκιον Ἦχος β’. Τὰ ἄνω ζητῶν. ᾿Εν τῷ κόσμῳ σωφρόνως θητεύσας καὶ τοῦ κόσμου ἀποταγείς, τὰ ἄνω προελόμενος καὶ ὑπὲρ τούτων θεοφιλῶς ἀσκησάμενος, ἐν Καλάνᾳ τέλος καταλεχθείς, πρέσβευε, πάτερ, καὶ ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.
Ἕτερον Κοντάκιον Ἦχος γ΄. Ἡ Παρθένος σήμερον. Ὡς ἀστὴρ πολύφωτος, τοῖς Χριστοφόροις σου τέκνοις, ἡ σεπτὴ ἀνέτειλε, τοῦ σοῦ θανάτου ἡμέρα, ἅπασαν διασκεδάζουσα ἀθυμίαν, ἀπαντᾷς ἡμᾶς καλοῦσα τοῦ ἐκβοᾶν σοι. Χαίροις πάνσοφε Ἀνδρέα, πατέρων δόξα καὶ κλέος καὶ καύχημα.
Κάθισμα Ἦχος ἅ΄. Τὸν τάφον σου Σωτήρ. Σκιρτὰ νῦν σὺν ἡμῖν, Χαλκιόπουλος πᾶσα καὶ ᾄδει ἐκτενῶς, τοὺς καλοὺς σοῦ ἀγῶνας Ἀνδρέα τρισόλβιε, οὓς ἀνδρείως ὑπήνεγκας. Ὅθεν αἴτησαι, τοὺς ἐτησίως τελοῦντος, τὰ μνημόσυνα, τῆς ἐκδημίας σου, πάντων, κακῶν ἁπαλλάτεσθαι.
Ὁ Οἶκος Τὴν φωνὴν τὴν τοῦ εὐαγγελίου πάτερ ἀκούσας, σοὺς οἰκείους καὶ τὰ πάντα καὶ τοῦ Μονοδένδρου τόπον ἐγκαταλείψας, καὶ τὸν σταυρόν σου ἐπ’ ὠμῶν ἀράμενος, τὴν ὁδὸν τοῦ Κυρίου ἀνεπιστρόφως διήνυσας. Καὶ ἐλθὼν εἰς τὸ Καλάνης Ὅρος, ταῖς μὲν προσευχαῖς καὶ νηστείαις καὶ χαυμευνείαις τὸν Θεὸν εὐαρεστήσας, τοῖς δὲ σοῖς δάκρυσι τὴν ἔρημον πᾶσαν κατήρδευσας. Ὅθεν καὶ παρὰ τοῦ ἁγίου Πνεύματος πηγὴν χαρισμάτων εἴληφας, τοῦ ποιεῖν τὰ θαύματα, καὶ πηγάζειν ἰάματα, τοῖς ἐν πίστει προσιοῦσι σοι. Ἐν , δὲ τῇ τελευτῇ σοῦ, ὑπὸ τοῦ Κυρίου δοξαζόμενος, ὡς ἥλιος ἐν τῷ σπηλαίῳ ἐλαμψας, καὶ πυρσοὺς εἰς οὐρανὸν ἀναβαίνοντας, ἄνωθεν τοῦ σπηλαίου ἔδειξας. Καὶ ἰδοῦσα τὸ σημεῖον ἡ τῆς Ἄρτης ἁγία βασίλισσα, μετ’ εὐλαβείας σπεύσασα, τὴν ταφήν σου ἐποιήσατο, καὶ οἶκον ἐπὶ τῷ ὀνόματί σου μέγαν ἀνήγειρεν. Σὺν αὕτη σὺν καὶ ἡμεῖς πάτερ ἀοίδιμε, ἐν κατανύξει βοῶμεν σοι. Χαίροις πάνσοφε Ἀνδρέα πατέρων δόξα καὶ κλέος καὶ καύχημα.
Μεγαλυνάριον Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, πάτερ τὴν ἄφεσιν.
Ἕτερον Μεγαλυνάριον Σωφρόνως ἐν κόσμῳ διαβιῶν, ἀγγελικὸν βίον ἐπεπόθησας ἀγαθέ. ῞Οθεν Χριστὸς ἠξίωσέν σε σύσκηνον τῶν ὁσίων καί τῶν ἁγίων πάντων, Ἀνδρέα ὅσιε.
Ἕτερον Μεγαλυνάριον ᾿Εν Καλάνᾳ, πάτερ, δοκιμασθείς, εὐχῇ καὶ ἀσκήσει καὶ ἀγῶσι πνευματικοῖς, χάριτι ἠξιώθης στεφάνων θείας δόξης καὶ βασιλέων δάφνας, Ἀνδρέα ὅσιε.
Ἕτερον Μεγαλυνάριον Δῆμοι τῶν Ἀγράφων εὐλαβεῖς καί τῆς Αἰτωλίας οἱ φιλόθεοι εὐσεβεῖς ἀθρόως προσκυνοῦσιν Ἀνδρέου τὴν παλαίστραν, τὸ σκάμμα τῆς Καλάνας τὸ θεοτίμητον
|