Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Ασματική Ακολουθία της Υπεραγίας Θεοτόκου της Επονομαζόμενης «Φανερωμένης» στην Ρόδο


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





ΠΑΡΑΣΚΕΥΗι ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΚΑΙ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΑΥΤΗΣ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΑΝΕΡΩΜΕΝΗΣ».



ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρίς, καὶ εἶτα, Ἀπὸ φυλακῆς πρωῒας... καὶ Στιχηρὰ τῆς Ζωοδόχου Πηγῆς β΄ καὶ τῆς Φανερωμένης β΄.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Μοναζόντων τὰ πλήθη, σὺν Ἱερέων χοροῖς, δεῦτε συμφώνως πάντες, ἀνυμνήσωμεν πόθῳ, τὴν πᾶσι χορηγοῦσαν ῥεῖθρα ζωῆς, τὴν Πηγὴν τὴν χρυσόῤῥειθρον, τῶν ἰαμάτων ἐν νόσοις τὴν χορηγόν, καὶ Κυρίαν πάσης κτίσεως.

Χαῖρε Πανάχραντε Κόρη, καὶ Παναμώμητε· χαῖρε ζωῆς αἰτία, τοῖς πιστῶς προσιοῦσι, σοὶ τῇ ζωηφόρῳ καὶ θείᾳ Πηγῇ· χαῖρε ἅγιον σκήνωμα, τοῦ Βασιλέως τῶν ὅλων καὶ Λυτρωτοῦ, τῶν ψυχῶν ἡμῶν Θεόνυμφε.

Τὴν ἱεράν σου Εἰκόνα, τῷ λωβηθέντι ἀνδρί, δι᾿ ἄκραν εὐσπλαγχνίαν, φανερώσασα πάλαι, ὡραῖον δωρεῶν σου τῶν μητρικῶν, σκεῦος ταύτην ἀνέδειξας, Φανερωμένη Παρθένε· ὅθεν ἡμεῖς, αἶνον ᾄδομεν τῇ δόξῃ σου.

Η῾ σεβασμία Εἰκών σου, θαύματα βλύζουσα, νοσήματα ἰᾶται, καὶ λεπροὺς καθαρίζει· διὸ Φανερωμένη Κόρη Ἁγνή, πρὸς αὐτὴν καταφεύγοντες, τὰ μεγαλεῖα τῆς δόξης σου οἱ πιστοί, διηγούμεθα ὑμνοῦντές σε.

Δόξα. Καὶ νῦν. Ἦχος α΄.

Εὐφράνθητε λαοὶ καὶ σκιρτήσατε, καὶ χορευέτω τῶν πιστῶν τὰ συστήματα· καὶ γὰρ ἡ πηγὴ τῆς ζωῆς, ἡ Θεοτόκος Μαρία, ὁ πόκος ὁ ἔνδροσος, πηγὴν ἡμῖν ἁγιάσματος ἐδωρήσατο, ἐξ ἧς ἀρυόμενοι τὰς ἰάσεις λαμβάνομεν, ψυχῆς ὁμοῦ τε καὶ σώματος· διὸ πανηγυρίζοντες, ταύτην μεγαλύνομεν.

Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀπόστιχα. Πρῶτον τὸ Ἀναστάσιμον, Τὴν Ἀνάστασίν σου, Χριστὲ Σωτήρ... καὶ εἶτα τὰ ἑξῆς τῆς Θεοτόκου.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Υ῝δωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι· προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Φρέαρ τὸ ζωηρὸν, Πηγῆς τῆς ἀθανάτου, τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμύραν ἀνεξάντλητον.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Δέσποινα Μαριάμ, Ἁγνὴ Φανερωμένη, παντὸς κινδύνου ῥύου, τοὺς ἐπιβοωμένους, πιστῶς τὴν προστασίαν σου.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.

Θεοτόκε Ἀειπάρθενε, τῇ εὐδοκίᾳ τῆς δόξης σου, τὴν θείαν σου Εἰκόνα φανερώσασα, τοῖς θαύμασι ταύτην ἐμεγάλυνας· ὡς ζωηφόρος γὰρ πηγή, ἀναβλύζει θαύματα, καὶ πηγάζει ἰάματα, τὰς κατ᾿ ἄμφω ἀσθενείας ἰατρεύουσα, καὶ πάντας εὐεργετοῦσα, τοὺς πιστῶς προσιόντας καὶ κράζοντας· Χαῖρε Κυρία Φανερωμένη, Μῆτερ τῆς ζωῆς, ὁ Κύριος μετὰ σοῦ, ὀ τριήμερος ἐκ νεκρῶν ἀναστάς, καὶ σώσας τὸ ἀνθρώπινον.

Καὶ εὐθὺς τὸ Χριστὸς ἀνέστη χῦμα ἐκ γ΄, τὸ Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς καὶ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Φανερωμένης, ἅπερ ζήτει ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Χριστὸς ἀνέστη μετὰ τῶν στίχων αὐτοῦ ὡς συνήθως. Μεθ᾿ ὃ Συναπτὴ Μεγάλη καὶ τὸ Κύριε ἐκέκραξα, ἔνθα ἱστῶμεν στίχ. ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τοῦ πλ. β΄ ἤχου δ΄, Στιχηρὰ Προσόμοια τῆς Ζωοδόχου Πηγῆς γ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Φανερωμένης γ΄.

Στιχηρὰ Προσόμοια τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν· πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προῤῥέουσαν, ἅπασιν ἀφθόνως, τοῖς χρήζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τὴν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.

Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα, προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν, αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον, γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμὸν ἀρυόμενοι, πάντοτε γλυκύῤῥοον.

Ρ῾εῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, Θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην, τοῖς νοσοῦσι τὰ ἰάματα· τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι· χωλοὺς πολλοὺς ἀνώρθωσας, καὶ τοὺς παρειμένους συνέσφιγξας· τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ· ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.

Ἕτερα τῆς Φανερωμένης.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν ἁγίαν Εἰκόνα σου, φανερώσασα πρόπαλαι, τοῖς λεπροῖς Πανύμνητε ὡς φιλεύσπλαγχνος, τῆς θαυμαστῆς προστασίας σου, ἀεὶ τὰ χαρίσματα, διανέμεις ἐξ αὐτῆς, τοῖς πιστῶς προσιοῦσί σοι, καὶ κραυγάζουσι· Χαῖρε Μῆτερ Ἁγνὴ Φανερωμένη, τῶν νοσούντων θεραπεία, καὶ θλιβομένων παράκλησις.

Η῾ πηγὴ τῶν θαυμάτων σου, ἐκ τῆς θείας Εἰκόνος σου, δαψιλῶς Πανάχραντε ἀναβλύζουσα, παθῶν ξηραίνει τοὺς ῥύακας, καὶ παύει νοσήματα, καὶ δροσίζει μυστικῶς, τὰς ψυχὰς τῶν βοώντων σοι· Χαῖρε Δέσποινα, Θεοτόκε Ἁγνὴ Φανερωμένη, ἡ τῆς Ῥόδου προστασία, καὶ εὐσεβῶν ἡ ἀντίληψις.

Τὶς προστρέχων ἐκ πίστεως, τῇ πανσέπτῳ Εἰκόνι σου, οὐ λαμβάνει Δέσποινα τὰ δωρήματα, τῆς ὑπὲρ νοῦν εὐσπλαγχνίας σου, καὶ θείας χρηστότητος; ἐξ αὐτῆς γὰρ μυστικῶς, διαχέεις τὴν χάριν σου, τὴν σωτήριον, Θεοτόκε Ἁγνὴ Φανερωμένη, τοῖς ἐν πίστει προσιοῦσι, καὶ ἀνυμνοῦσί σε Ἄχραντε.

Δόξα. Ἦχος πλ. δ΄.

Τίς λαλήσει τὰς δυναστείας σου Πηγή; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πᾶσιν ἐπιῤῥέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις, καθαρίζουσα Πανάσπιλε· σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρὸν καὶ τὸ Προκείμενον. Ἦχος βαρύς.

Ἀγαπήσω σε, Κύριε ἡ ἰσχὺς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου.
Στίχ. Ὁ Θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν.
Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον.
Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὑτοῦ φωνῆς μου.

Εἶτα τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄ 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτήν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.

(Κεφ. μγ΄ 27-μδ΄ 4)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς Πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄ 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα, τῆς Ζωοδόχου Πηγῆς γ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Φανερωμένης γ΄.

Ἰδιόμελα τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος α΄.

Τὴν Πηγὴν τῶν θαυμάτων, τὸν ποταμὸν τῶν ἰαμάτων, τὴν ἀνεξάντλητον κρήνην, τὴν ἄβυσσον τῶν χαρίτων, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν εὐσεβούντων τὸ θαῦμα, καὶ Μοναζόντων τὸ διάσωσμα· αὕτη γὰρ ἀνεδείχθη ποταμός, καὶ πηγὴ τῶν ἰάσεων, πᾶσι πελαγίζουσα τὰ ῥεῖθρα τῶν θαυμάτων· τὸ ζῶν γὰρ ὕδωρ σχοῦσα, πηγὴ ἀκένωτος γεγένηται. Ταύτης οὖν τοῖς νάμασιν ἐν πίστει προσερχόμενοι, ἀντλήσωμεν ἅπαντες, ψυχαῖς καὶ σώμασιν ἴασιν· Πηγὴ ἡ ζῶσα, θερμῶς βοῶντες αὐτῇ, μὴ ἐλλίπῃς ἐκπληροῦσα, τὰς αἰτήσεις τῶν δούλων σου.

Ὁ αὐτός.

Ω῾ς θαυμαστά σου τὰ τεράστια, Πανύμνητε! τῆς Προβατικῆς κολυμβήθρας, ἡ Πηγή σου ὤφθη ὑπερτέρα· ἐκείνη γὰρ ἕνα καὶ μόνον ἐτησίως ὑγιῆ ἐποίει, τῶν δὲ ἐνταῦθα πιστῶς προστρεχόντων, οὐδεὶς σκυθρωπάζων ἀπέρχεται. Πάντες οὖν ὑγιεῖς γενόμενοι, τὴν εὐχαριστίαν σοὶ τῇ χορηγῷ, ἀπονέμουσι τῶν ἰάσεων. Διὸ Ἄχραντε Ἀπείρανδρε, Θεογεννήτρια, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

Η῾ ἀξιωθεῖσα ὡς σταγόνα δέξασθε, ἐν τῇ μήτρᾳ σου συγκαταβάντα, τὸν ὑπεράγαθον Θεόν, πηγὴν ἐδωρήσω ἡμῖν πλήρη χαρίτων, καὶ ἰαμάτων βρύουσαν ἀφθονίαν, ἰωμένην ψυχικῶν παθῶν, καὶ σωματικῶν ἀλγηδόνων τοὺς δούλους σου, τοὺς θερμῇ τῇ πίστει, ταύτῃ προστρέχοντας.

Ἰδιόμελα τῆς Φανερωμένης.
Ἦχος β΄ .

Δεῦτε πάντες οἱ πιστοί, τὴν Πανάχραντον Θεοτόκον, ἣν Φανερωμένην εὐσεβῶς ὀνομάζομεν, ἐν ἀγαλλιάσει ἀνυμνήσωμεν· ὅτι ὡς δῶρον ὑπέρτιμον, καὶ θησαυρὸν πολυτίμητον, τὴν παναγίαν Εἰκόνα αὐτῆς, ὡς ἀγαθὴ ἡμῖν ἐδωρήσατο, τοῖς ἐκ ψυχῆς ἀναβοῶσι· Χαῖρε Κεχαριτωμένη Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ ἐκ τάφου τριήμερος ἀναστάς, καὶ σώσας τὸ ἀνθρώπινον.

Ἦχος δ΄.

Η῾ πάνσεπτος Εἰκών σου, Θεοτόκε Φανερωμένη Ἁγνή, παρὰ τὴν θάλασσαν ποτέ, τῇ εὐδοκίᾳ σου φανερωθεῖσα, χαρᾶς πολλῆς ἔπλησε, καὶ παρακλήσεως ἐπλήρωσε, τῶν λεπρῶν τὴν ὁμήγυριν· οἵτινες Ναὸν οἰκοδομήσαντες, ἐν τούτῳ ταύτῃ ἵδρυσαν, ὡς παραμυθίας στηλογράφημα, καὶ τεκμήριον ἐμφανές, τῆς μητρικῆς εὐσπλαγχνίας σου καὶ χάριτος. Ὅθεν ταύτην καὶ ἡμεῖς, προσπτυσσόμενοι σήμερον, τὰ μεγαλεῖα τῆς δόξης σου διηγούμεθα, καὶ αἰτούμεθα τὴν θείαν προστασίαν σου.

Ἦχος πλ. α΄.

Θεοτόκε Πανύμνητε, θαλασσοπόρος πρὸς ἡμᾶς, ἡ πάνσεπτός σου Εἰκὼν ἐπιδημήσασα, μεθ᾿ ἡμῶν ἀεὶ διαμένει, τὰ ῥεῖθρα τῶν θαυμάτων σου, τοῖς προσιοῦσι πελαγίζουσα, καὶ γαλήνην πρυτανεύουσα, τοῖς θαλαττεύουσιν ἐν ἀσθενείαις καὶ θλίψεσι. Διὸ πάντες τὴν χάριν σου κηρύττοντες, εὐλαβῶς παρακαλοῦμέν σου· Μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν, Κεχαριτωμένη Φανερωμένη, τὴν φοβερὰν προστασίαν σου.

Δόξα. Τῆς Ζωοδόχου Πηγῆς. Ἦχος πλ. δ΄.

Αἰσχυνέσθωσαν ἅπαντες, οἱ Θεοτόκον σε μὴ ὁμολογοῦντες Θεόνυμφε, τὰ θεῖα καὶ παράδοξά σου ὁρῶντες θαυμάσια· καὶ τὰ ἀπύλωτα αὐτῶν, ἐμφραχθήτω στόματα. Σαλπισάτωσαν δὲ ἐν εὐφροσύνῃ, καὶ πνευματικῶς χορευέτωσαν, ὅσοι ἀνευφημοῦντές σε, δοξάζουσι Θεογεννήτριαν καὶ Παρθένον ἀληθῶς· καὶ γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος, ἐν σοὶ σκηνώσας, καὶ ἐκ τῶν σῶν ἁγνῶν αἱμάτων, σῶμα ἡμῖν ὁμοιοπαθὲς περιβαλλόμενος, Ζωοδόχον Πηγήν σε ἀνέδειξεν, ἁγιασμοῦ ῥεῖθρα πηγάζουσαν, πᾶσι τοῖς ἐν πίστει σε ἐπικαλουμένοις, καὶ αἰτοῦσι παρὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Φανερωμένης. Ὁ αὐτός.

Τὴν ὑπὸ τὴν ψάμμον κεκρυμμένην Εἰκόνα σου, τοῖς κεκακωμένοις τῇ ἀσθενείᾳ λεπροῖς, πάλαι θαυμαστῶς ἐφανέρωσας, τὴν πρὸς αὐτοὺς εὐσπλαγχνίαν σου, ἐμφανῆ ποιοῦσα Πανύμνητε· ὅθεν ταύτης ἀξίους καὶ ἡμᾶς, Φανερωμένη Παρθένε ἀνάδειξον, τοῖς προστρέχουσι τῇ Μονῇ σου, καὶ ἐκ πίστεως βοῶσί σοι· Θεοτόκε Παρθένε, Χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, ὁ τριήμερος ἐκ νεκρῶν ἀναστάς, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, πρῶτον τὸ Ἀναστάσιμον, Τὴν Ἀνάστασίν σου, Χριστὲ Σωτήρ... καὶ εἶτα τὰ ἑξῆς τῆς Ὑπεραγίας Θεοτόκου.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην, Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος, Σιλωὰμ ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς ἐκ πέτρας παράδοξον· Ἰορδάνου τε, δεξαμένη ἐνέργειαν· μάννα σωτηριῶδές τε, ἐναργῶς τὸ γινόμενον, πρὸς τοῦ ζητοῦντος τὴν χρείαν, πλούσιον ὄντως καὶ ἄφθονον. Χριστοῦ Μῆτερ Κόρη, ἡ προχέουσα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Υ῞μνοις ἐν ἐξαισίοις πιστοί, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόναν τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀῤῥεύστως ὑετίζουσαν· τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος, τοῦ μηδέποτε, μετὰ πόσιν ἐκρέοντος· δίψαν δὲ τὴν συντήκουσαν, ψυχὰς ἀπελαύνοντος· οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἐπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Χαίροις Θεοκυῆτορ Ἁγνή, ἡ ἐν ἁγίαις σου ἀγκάλαις βαστάσασα, παιδίον Παρθένε νέον, τὸν Βασιλέα Χριστόν, δι᾿ ἡμᾶς ἐκ σοῦ ἐνανθρωπήσαντα· ἡ πλούτῳ τῆς θείας σου, φανερώσασα χάριτος, τὴν κεκρυμμένην, ἐν τῇ ψάμμῳ Εἰκόνα σου, ὡς τεκμήριον, τῆς θερμῆς εὐσπλαγχνίας σου· ἧς καὶ ἡμᾶς τοὺς δούλους σου, ἀξίους ἀνάδειξον, τοὺς ἐν Ναῷ σου ἁγίῳ, Φανερωμένη Πανύμνητε, πιστῶς ἀθροισθέντας, καὶ συμφώνως μελῳδοῦντας, αἶνον τῇ δόξῃ σου.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα, "Πάσχα ἱερόν" μετὰ τῶν στίχων αὐτῶν.

Δόξα. Ἦχος πλ. α΄.

Θεοτόκε Πανύμνητε, Φανερωμένη Δέσποινα, ἰατρεῖον ἀδάπανον, τὴν πάντιμον Εἰκόνα σου, ὁ τῶν Ῥοδίων ἐκτήσατο λαός, καὶ φαιδρύνεται σήμερον χαίρων, συγκροτῶν σοι λαμπρὰν ἑορτήν, καὶ εὐλαβῶς ἀναβοῶν σοι· Χαῖρε τῶν ἀσθενούντων ἀντίληψις, καὶ τῶν ἐν θλίψεσι θεία παράκλησις· χαῖρε τῶν ἀπεγνωσμένων καταφυγή, καὶ τῶν ἐν ἀπογνώσει παραμυθία· Χαῖρε τῶν εἰς σὲ προστρεχόντων, σωτήριος λιμήν, καὶ σωτηρία τῶν ὑμνούντων σε.

Καὶ νῦν. Ὁ αὐτός.

Α᾿ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἐν τέλει ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ Ἰδιομέλου) καὶ εὐθὺς τὸ Ἀπολυτίκιον τῆς Θεοτόκου.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ω῾ς Πηγὴ Ζωοδόχος, Θεοτόκε Πανύμνητε, χύδην ἀναβλύζεις θαυμάτων, τὰ ζωήῤῥυτα νάματα, ξηραίνουσα τὰς νόσους τῆς σαρκός, καὶ πάθη ἀποπλύνουσα ψυχῆς, τῶν ἐν πίστει προστρεχόντων τῷ σῷ Ναῷ, καὶ πόθῳ σοι ἐκβοώντων· Δόξα τῇ εὐσπλαγχνίᾳ σου Ἁγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ θαυμαστῇ σου πρὸς ἡμᾶς, Παρθένε χρηστότητι.

Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὴν Εἰκόνα σου πόθῳ, κατασπαζόμεθα, ἣν ἐφανέρωσας πάλαι, δι᾿ εὐσπλαγχνίαν πολλήν, τὴν ὀδύνην τῶν λεπρῶν ἐπικουφίζουσα, καὶ μητρικῶν σου δωρεῶν, τὰς ἐκφάνσεις ἐξ αὐτῆς, λαμβάνοντες ἐκβοῶμεν· Χαῖρε Παρθένε Θεοκυῆτορ, Φανερωμένη ἡ προστάτις ἡμῶν.

Πάλιν τὸ Χριστὸς Ἀνέστη καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Ἐκφώνησιν, Δόξα τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ... ψάλλεται τὸ Χριστὸς Ἀνέστη μετὰ τῶν στίχων κατὰ τὸν συνήθη τύπον. Ἡ Μεγάλη Συναπτὴ μεθ᾿ ἣν ὁ Πολυέλεος καὶ ἡ Ἐκλογὴ τῆς Ὑπεραγίας Θεοτόκου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου.

Προσέλθωμεν πιστοί, τῇ Πηγῇ τῆς Παρθένου, καὶ ὕδωρ ζωηρόν, ἐξ αὐτῆς ἀπαντλοῦντες, ψυχῶν εἰς περιποίησιν, εὐλαβῶς ἐκβοήσωμεν· Χαῖρε Ἄχραντε, ἡ ἰατρὸς τῶν νοσούντων· χαῖρε Δέσποινα, τῶν ἀσθενούντων ἡ ῥῶσις, καὶ πάντων ἀντίληψις.

Δόξα. Ὅμοιον.

Εἰκόνι τῇ σεπτῇ, τῆς Πανάγνου Παρθένου, προσπέσωμεν πιστοί, μετὰ δέους βοῶντες· Ἡ πάλαι εὐδοκήσασα, σῆς Εἰκόνος τὴν εὕρεσιν, δίδου πάντοτε, Φανερωμένη ἐκ ταύτης, τῶν χαρίτων σου, τὰς πολλαπλὰς διαδόσεις, τοῖς πόθῳ ὑμνοῦσί σε.

Καὶ νῦν. Ὅμοιον.

Ε᾿χέγγυον σεπτόν, τῶν πολλῶν οἰκτιρμῶν σου, καὶ δώρημα λαμπρόν, τῆς θερμῆς σου προνοίας, Εἰκόνα σου τὴν πάντιμον, τῷ λαῷ σου ἀνέδειξας· ὃν διάσῳζε, Φανερωμένη Παρθένε, ὡς φιλάγαθος, ἐκ συμφορῶν καὶ κινδύνων, καὶ πάσης κακώσεως.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν, ὃ ζήτει ἐν τῷ Ὄρθρῳ τῆς η΄ Σεπτεμβρίου.

Ἀντὶ τοῦ Ν΄ λέγομεν τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Δόξα. Ταῖς τῆς Παναχράντου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Πηγὴν ζωηφόρον, τὴν Εἰκόνα σου ἔχοντες, ἐξ αὐτῆς ἀπαντλοῦμεν, τῶν θαυμάτων τὰ νάματα, πρὸς ἰατρείαν παθῶν, καὶ νόσων ἀπαλλαγήν, καὶ ψυχῶν περιποίησιν, Φανερωμένη Παρθένε Ἄχραντε. Διὸ ἐν Ναῷ σου συναθροισθέντες, τὸν ὕμνον σοι ἀναμέλπωμεν, καὶ μελῳδικῶς ἐκβοῶμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ τὸν θάνατον πατήσας, καὶ τὴν ζωὴν τοῖς ἀνθρώποις δωρησάμενος.

Σῶσον, ὁ Θεός τὸν λαόν σου...

Εἶτα ψάλλομεν τὸν Κανόνα τοῦ Πάσχα εἰς στ΄ καὶ τὸν Κανόνα τῆς Ζωοδόχου Πηγῆς εἰς δ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Φανερωμένης ὁμοίως εἰς δ΄.

Κανὼν τοῦ Πάσχα. Ὠιδὴ α΄. Ἦχος α΄. Ὁ Εἱρμός.

Α᾿ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί. Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Τροπάρια.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καὶ Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Τῆς Ζωοδόχου Πηγῆς, ὁ αὐτός, ἔχων Ἀκροστιχίδα· «Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου».

Νῦν πηγάσαις μοι Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοῖς· σὺ γὰρ ἐνυπόστατον, Λόγον Κόρη ἐπήγασας.

Ι᾿ατρεῖον ὑπὲρ φύσιν, ὁ Ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη· ἐκ γὰρ θανάτου προφανοῦς, τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστᾷ, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα.

Καταῤῥέεις οὐρανόθεν, ἀκενώτως ἡμῖν, χάριτας ὄντως μόνη· τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρῳ καινῷ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῷ Λέοντι.

Η῾ κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, χαῖρε Μαρία γένους· ὁ γὰρ τῶν ὅλων Ποιητής, ἐπὶ σοὶ ὥσπερ σταγών, κατέβη σαφῶς, Πηγήν σε ἀθάνατον, ἀναδείξας Θεόνυμφε.

Τῆς Θεοτόκου Φανερωμένης. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Πανάχραντε Δέσποινα, Φανερωμένη Πανύμνητε, φωτὶ τῆς σῆς χάριτος, καταύγασόν μου τὸν νοῦν, καὶ τῇ γλώττῃ μου, ἰσχὺν παράσχου λόγου, ὡς ἄν σοι ἐπάξιον, ᾄσω μελῴδημα.

Η῾μέρα χαρμόσυνος, τῆς ὑπερτίμου Εἰκόνος σου, ἐξέλαμψε σήμερον, Φανερωμένη Ἁγνή, ἡ πανήγυρις, πληροῦσα εὐφροσύνης, ἡμᾶς τοὺς γεραίροντας, τὰ μεγαλεῖά σου.

Συνήλθομεν σήμερον, Φανερωμένη Θεόνυμφε, τὴν θείαν Εἰκόνα σου, τιμῶντες πόθῳ ψυχῆς, ἐξ ἧς πάντοτε, θαυμάτων ἀναβλύζεις, τὰ ῥεῖθρα εὐφραίνουσα, τοὺς προσιόντας σοι.

Κυρία Πανάχραντε, Φανερωμένη Μητρόθεε, ἰδοὺ τὴν Εἰκόνα σου, περικυκλοῦντες πιστῶς, ἐκβοῶμέν σοι· Μὴ παύσῃ τὸν λαόν σου, τῇ χάριτι σκέπουσα, τῆς προστασίας σου.

Καταβασία, Ἀναστάσεως ἡμέρα, τὸ Χριστὸς ἀνέστη ἐκ γ’, τὸ Ἀναστὰς ὁ Ἰησοῦς ἅπαξ καὶ Συναπτὴ μικρὰ παρὰ τοῦ Ἱερέως. Οὕτω ποιοῦμεν εἰς ἑκάστην Ὠιδὴν κατὰ τὸν τύπον τῆς Κυριακῆς τοῦ Πάσχα.

Τοῦ Πάσχα. Ὠιδὴ γ΄. Ὁ Εἱρμός.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Τροπάρια.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Φωτεινόν σε ἅγιον ναόν, τοῦ Δεσπότου τῶν ὅλων, Κόρη ἐπίσταμαι, καὶ ἀφθαρσίας πηγήν, τῷ ὕδωρ προῤῥέουσαν Χριστόν, ἐξ οὗ ποτιζόμεθα.

Ο῞σην χάριν Δέσποινα Πηγή, Αὐτοκράτορι δίδως, οὔρων τὴν πρόοδον, ἐπεχομένην δεινῶς, τοῦ λίθου ὑπόστασιν φρικτήν, τῷ ὕδατι λύσασαν.

Ρ῾έει χάρις ἄφθονος ἐκ σοῦ, Θεοτόκε Παρθένε, χύδην πηγάζουσα· χωλοὶ σκιρτῶσιν ἐν σοί, λεπρῶν καθαρίζεται πληθύς, καὶ δαίμονες πνίγονται.

Ο῞λοις νέμεις ἴασιν πιστοῖς, βασιλεῦσι, δημόταις, καὶ πένησιν, ἄρχουσι, πτωχοῖς, πλουσίοις κοινῶς, τὸ ὕδωρ προχέουσα Πηγή, ἀποίκιλον φάρμακον.

Τῆς Φανερωμένης. Τοὺς σοὺς ὑμνολόγους.

Η῾ Ῥόδος χορεύει τὴν Εἰκόνα, ἐν κόλποις κατέχουσα τὴν σήν, ὡς δώρημα οὐράνιον, Φανερωμένη Δέσποινα, καὶ ᾄδει χαριστήριον, ὕμνον τῷ πλούτῳ τῆς δόξης σου.

Ζωὴν ἡ τεκοῦσα ἀπειράνδρως, σπλαγχνίσθητι, οἴκτειρον ἡμᾶς, καὶ πρὸς ζωὴν ὁδήγησον, Φανερωμένῃ Ἄχραντε, τοὺς καθαρῶς προσνέμοντας, τιμὴν τῇ θείᾳ Εἰκόνι σου.

Ι᾿ᾶται τὰς νόσους καὶ ὑγείαν, παρέχει σωμάτων καὶ ψυχῶν, Φανερωμένη Πάναγνε, ἡ χάρις σου ἐκβλύζουσα, ὡς ὕδωρ ζωοπάροχον, ἐκ τῆς πηγῆς τῆς Εἰκόνος σου.

Υ῾πὲρ τὰς ἀκτίνας τοῦ ἡλίου, ἐκλάμπει ἡ χάρις σου ἀεί, Φανερωμένη Ἄχραντε, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, ψυχὰς καταπυρσεύουσα, τῶν προσκυνούντων τὸν τόκον σου.

Καταβασία. Δεῦτε πόμα πίωμεν.

Εἶτα τὸ Κοντάκιον καὶ ὁ Οἶκος τοῦ Πάσχα καὶ εὐθὺς ψάλλομεν τὸ Κάθισμα.

Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἀένναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ᾿ ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος, προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν πιστῶν, τὰς καρδίας καὶ χείλεσι κράξωμεν· Σὺ εἶ Θεόνυμφε πάντων, πιστῶν παραμύθιον.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Τῶν Ῥοδίων οἱ δῆμοι ἐν τῇ Μονῇ, τῆς Πανάγνου Παρθένου πανευλαβῶς, συνέλθωμεν σήμερον, καὶ προσπέσωμεν ἅπαντες, αὐτῆς τῇ σεβασμίᾳ, Εἰκόνι κραυγάζοντες· Φανερωμένη Δέσποινα, Μαρία Θεόνυμφε, δεῦρο ἀοράτως, πρὸς ἡμᾶς τοὺς ἀθλίους, ἐν πίστει φωνοῦντάς σου, τὸ γλυκύτατον ὄνομα, καὶ ὡς εὔσπλαγχνος λύτρωσαι, ἐκ δεινῶν κινδύνων ἡμᾶς, καὶ πειρασμῶν πολυτρόπων καὶ θλίψεων· καὶ γὰρ δύνασαι ὅσα, θέλεις Θεόνυμφε.

Τοῦ Πάσχα. Ὠιδὴ δ΄. Ὁ Εἱρμός.

Ε᾿πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τροπάρια.

Α῎ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δὲ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ω῾ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ο῾ Θεοπάτωρ μὲν Δαυῒδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Υ῾πὲρ τὴν ψάμμον ἀληθῶς, καὶ τὰς σταγόνας ὑετῶν, πέφυκε Παρθένε τὰ πλήθη, τῆς Πηγῆς τῶν ἔργων σου, ἀκαταπαύστως ῥέοντα, ἅπασαν ἐπὶ χθόνα πλουσίως, πάντα νοσοῦντα δεινῶς, τάχος ἰώμενα.

Κατασχεθέντα γυναικός, ὑπὸ καρκίνου τὸν μαζόν, ὕδωρ ἐπιχεῖται Παρθένε, τῆς Πηγῆς σου Δέσποινα· καὶ παραυτίκα πέπαυται, πάθη θανατηφόρα τῷ ῥείθρῳ, καὶ ὁ καρκίνος ὀρθά, βαίνειν ἐγνώρισεν.

Α᾿κατανόητον ἐν σοί, καὶ ὑπὲρ φύσιν τὸ πραχθέν, ἔνεστι σαφῶς Θεοτόκε· τὸ γὰρ ὕδωρ γίνεται, τὸ τῆς Πηγῆς σου ἴαμα, νόσων θανατηφόρων ἐναντίον, ὅπερ ἡ φύσις σαφῶς, οἶδεν οὐδέποτε.

Α᾿εὶ θανατοῖ με ὁ ἐχθρός, ταῖς ἐνηδόνοις προσβολαῖς, Δέσποινα Πηγὴ Θεοτόκε, μὴ παρίδῃς, πρόφθασον, ἡ ταχινὴ βοήθεια· τούτου δὲ τῶν παγίδων με λύτρου, ἵνα ὑμνῶ σε ἀεί, τὴν πολυΰμνητον.

Τῆς Φανερωμένης. Τὴν ἀνεξιχνίαστον.

Ε῎δωκας τοῖς δούλοις σου ὡς θησαυρόν, τὴν φανερωθεῖσαν Εἰκόνα σου, ἐξ ἧς παρέχεις, ἰαμάτων δωρεάς, Φανερωμένη Ἄχραντε, πάθη χαλεπὰ ἀπελαύνουσα.

Α῎γοντες ἐτήσιον τὴν ἑορτήν, τῆς ἡγιασμένης Εἰκόνος σου, Φανερωμένη, ἀνυμνοῦμεν οἱ πιστοί, τὴν πρὸς ἡμᾶς σου πρόνοιαν, καὶ κηδεμονίαν Πανύμνητε.

Δρόσον ὡς οὐράνιον βρύει ἀεί, καὶ ὡς γλυκασμὸν τὰ γνωρίσματα, σῆς προστασίας, ἡ Εἰκών σου ἀληθῶς, Φανερωμένη Δέσποινα, πάντων τὰς καρδίας εὐφραίνουσα.

Ρ῾ῦσαι ὡς φιλεύσπλαγχνος πάντας ἡμᾶς, τοὺς τῇ σῇ Εἰκόνι προσπίπτοντας, Φανερωμένη, ἐκ κινδύνων χαλεπῶν, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ τῆς κακουργίας τοῦ δράκοντος.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.

Τοῦ Πάσχα. Ὠιδὴ ε΄. Ὁ Εἱρμός.

Ο᾿ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης Ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τροπάρια.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἄδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ, ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Λαλούμενα Κόρη Παρθένε, τὰ τῆς Πηγῆς σου τῷ ὄντι, τεράστια καταπλήττει, τῶν βροτῶν διάνοιαν· ὑπὲρ γὰρ φύσιν πέφυκε, πάντας πιστοὺς ἁγιάζοντα.

Ι῾στόρησε πόκος τὸ Μάννα, καὶ Σιλωὰμ καὶ ἡ πέτρα πηγάζουσα, Σολομῶντος ἡ στοὰ τὴν χάριν σου, τὰ Ἰορδάνεια νάματα, καὶ ἡ πηγὴ Σαμαρείτιδος.

Σταγόνες σου Κόρη Παρθένε, αἱ τῆς Πηγῆς καὶ νεκρὸν ἀνεζώωσαν· ὑπὲρ λόγον τὸ πραχθὲν καὶ ἔννοιαν! τὰ σὰ γὰρ πάντα Πάναγνε, λόγον νικᾷ τὸν ἀνθρώπινον.

Τὰ πάθη μου Κόρη ἰάσαις, τῆς αἱμοῤῥοίας πηγὴν ἡ ξηράνασα, καὶ τὸ ῥῖγος, τῆς φλογὸς τὴν ἄναψιν, καὶ ἐκτικὴν διάθεσιν, οὔρων δεσμὰ καὶ γαστρόῤῥοιαν.

Τῆς Φανερωμένης. Ἐξέστη τὰ σύμπαντα.

Ε᾿ξέστη ὡς εὕρατο, τὴν πάντιμον Εἰκόνα σου, ἀνὴρ ὁ λεπρὸς Θεοκυῆτορ, καὶ ἀνεβόα, τοῖς σὺν αὐτῷ ἐν χαρᾷ· Ἰδοὺ ἐπεσκέψατο ἡμᾶς, ἡ Ἁγνὴ Παντάνασσα, ἣν ὑμνοῦσι τὰ σύμπαντα.

Παράκλησις γέγονε, Εἰκόνος σου ἡ εὕρεσις, τοῖς τότε λεπροῖς Φανερωμένη, ἥνπερ τιμῶντες, ἐν κατανύξει ἡμεῖς, ἐκ ταύτης λαμβάνομεν Ἁγνή, πλοῦτον τὸν οὐράνιον, τῆς πολλῆς σου χρηστότητος.

Κειμήλιον ἔμψυχον, ὑπάρχουσα Θεόνυμφε, Χριστοῦ τῆς Ἁγίας Ἐκκλησίας, τῆς σῆς εὐνοίας, τῶν ὑπὲρ νοῦν δωρεῶν σου, κειμήλιον ἄφθαρτον ἡμῖν, ἀληθῶς ἀνέδειξας, τὴν τιμίαν Εἰκόνα σου.

Ι᾿δοὺ χαριστήριον, προσᾴδομέν σοι αἴνεσιν, Μῆτερ τοῦ Θεοῦ Φανερωμένη· σὺ γὰρ τῷ πλούτῳ, τῆς μητρικῆς σου στοργῆς, δέδωκας ἡμῖν τοῖς ταπεινοῖς, τὴν σεπτὴν Εἰκόνα σου, ὡς πηγὴν ἁγιάσματος.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου.

Τοῦ Πάσχα. Ὠιδὴ στ΄. Ὁ Εἱρμός.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Τροπάρια.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρὶ, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Οἱ λόγοι τοῦ Λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσί σε Ἁγνή· τῆς σοφίας, βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ.

Υ῾πῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβὴν τοὺς ἐκεῖσε, ζωγράφους ὦ Παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δόμου.

Τὰς μήτρας ἀγόνους στειρώσει τὸ πρίν, διαλύεις ἐμφανῶς τῆς Πηγῆς σου, τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σύ, παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις.

Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σόν, ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι· ἀλλ᾿ ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνόν, καὶ ῥητόρων κομψότης.

Τῆς Φανερωμένης. Τὴν θείαν ταύτην.

Τὴν θείαν ταύτην πανήγυριν, κροτοῦντες τῆς Εἰκόνος σου σήμερον, ἀναβοῶμέν σοι· Χαῖρε Παρθένε Θεόνυμφε, Φανερωμένη Μῆτερ, τῆς Ῥόδου καύχημα.

Ι᾿δού σοι Χαῖρε κραυγάζομεν, Ἁγνὴ Φανερωμένη οἱ δοῦλοί σου, ὅτι ὡς εὔσπλαγχνος, καταφυγὴν ἡμῖν δέδωκας, τὴν θείαν σου Εἰκόνα, καὶ παραμύθιον.

Καρποὺς ἀφθάρτους προβάλλεται, ὡς δένδρον εὐθαλὲς τὴν ἐνέργειαν, τῶν θαυμασίων σου, Φανερωμένη Πανάχραντε, ἡ εὐαγὴς Εἰκών σου, τοῖς προσπελάζουσι.

Λαὸς τῆς Ῥόδου γεραίρει σου, πιστῶς τὴν εὐδοκίαν καὶ κράζει σοι· Σκέπε καὶ φύλαττε, Φανερωμένη Πανάχραντε, τοὺς συναθροιζομένους, ἐν τῷ τεμένει σου.

Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Η῾ Εἰκών σου σήμερον, ὑπὲρ ἡλίου ἀκτίνας, μυστικῶς ἐκλάμπουσα, τῆς χάριτός σου τῇ αἴγλῃ, πρόσωπα, καταφαιδρύνει καὶ τὰς καρδίας, Ἄχραντε Φανερωμένη τῶν προσιόντων· διὰ τοῦτό σε ὑμνοῦμεν, χαῖρε βοῶντες, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ.

Ἕτερον τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ε᾿ξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε,
ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα,
ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον·
τὸν γὰρ Λόγον ὡς τεκοῦσα ὑπὲρ ἔννοιαν,
ἱκετεύω σε δροσίζειν με σῇ χάριτι,
ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

Ὁ Οἶκος.

Α῎χραντε Θεοτόκε, ἡ τεκοῦσα ἀῤῥήτως, Πατρὸς τὸν προαιώνιον Λόγον, πλάτυνόν μου τὸ στόμα Σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ Πηγῇ σου ταῦτα·
Χαῖρε, πηγὴ χαρμονῆς ἀλλήκτου·
χαῖρε, ῥοὴ καλλονῆς ἀῤῥήτου.
Χαῖρε, νοσημάτων παντοίων κατάλυσις·
χαῖρε, παθημάτων ποικίλων κατάκλυσις.
Χαῖρε, ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς·
χαῖρε, ὕδωρ χαριέστατον, τοῖς νοσοῦσι πολλαπλῶς.
Χαῖρε, νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον·
χαῖρε, κρᾶμα καρδίας, ἀμβροσίαν προῤῥέον.
Χαῖρε, κρατὴρ τοῦ μάννα ζωήῤῥυτε·
χαῖρε, λουτὴρ καὶ νέκταρ θεόῤῥευστε.
Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα·
χαῖρε, φλογμὸν ἀῤῥωστίας σβεννῦσα.
Χαῖρε, ὕδωρ σωτήριον.

Μηνολόγιον καὶ Συναξάριον ἐκ τοῦ Μηναίου καὶ ἀκολούθως τὸ ἑξῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ Ἐγκαίνια τοῦ Ναοῦ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ Θεομήτορος, τῆς Ζωοδόχου Πηγῆς· ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ παρ᾿ αὐτῆς τελεσθέντων ὑπερφυῶν θαυμάτων.

Στίχοι.

Μάννα, Σιλωάμ, καὶ Στοὰν Σολομῶντος,
Πηγὴν Κόρη σήν, ἐμφανῶς πᾶς τις βλέπει.

Συναξάριον.

Ὁ μὲν ναὸς οὗτος, τὸ κατ᾿ ἀρχὰς συνέστη παρὰ τοῦ βασιλέως Λέοντος τοῦ μεγάλου, ὃς καὶ Μακέλλης ὠνόμαστο. Χρηστὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ ἐπιεικέστατος, διὰ γνώμης συμπάθειαν, πρὶν ἢ τὸν βασίλειον ἀναβῆναι θρόνον, εἰς ἰδιώτας ἔτι ταττόμενος, ἐκεῖσέ πῃ περ ὤν, ἄνδρα τινὰ πηρόν, τὰς ὄψεις εὑρὼν παραπαίοντα, ἐχειραγώγει. Καὶ δὴ πλησίον τοῦ τόπου γενομένων, δίψει ἀπείρῳ συνέχεται ὁ πηρός, καὶ ἱκέτης τῷ Λέοντι γίνεται, ὕδατι ἀναψῦξαι αὐτόν. Καὶ ὅς, τὸ ἐκεῖσε συνηρεφὲς εἰσιών, ἀνεζήτει· ἦν γὰρ τότε ὁ τόπος οὗτος δένδροις παντοίοις κατάφυτος, καὶ εὐθαλεῖ τῇ πόᾳ κομῶν. Ἐπεὶ οὖν τὸ ὕδωρ ἐκεῖ οὐχ εὕρισκε, σκυθρωπάζων ἀνέστρεφε· καὶ ὑποστρέφων, φωνῆς ἄνωθεν ἐν μεθέξει γίνεται· «Οὐ χρεών σε-λεγούσης-Λέον ἀγωνιᾶν· τὸ γὰρ ὕδωρ ἐγγύς». Ὑποστραφεὶς οὖν, πάλιν ἐζήτει· καὶ πολλὰ αὖθις καμών, πάλιν τῆς ἴσης φωνῆς ἐν μεθέξει γίνεται· φησὶ γάρ· «Λέον Βασιλεῦ, εἰσιὼν τὸ ἐνδότερον συνηρεφὲς τοῦτο, καὶ τοῦ θολεροῦ ὕδατος μετὰ χεῖρας λαβών, θεράπευσον τῷ πηρῷ τὴν δίψαν· καὶ τὰς πεπηρωμένας ἐπιχρίσας ὄψεις ἐκείνου, γνώσῃ αὐτίκα ἥτις εἰμί, ἐκ πολλοῦ τόνδε κατοικοῦσα τὸν χῶρον». Πράσσει οὖν ὡς ἡ φωνὴ διεσάφησε, καὶ παραυτίκα βλέπων ἧν ὁ πηρός. Κατὰ δὲ τὴν τῆς Θεομήτορος πρόῤῥησιν, τοῦ Λέοντος βασιλεύσαντος, ὁ ἐπὶ τῆς Πηγῆς ναὸς ἀνεγείρεται φιλοτίμῳ χειρί, ὁποῖος ὁρᾶται τὴν σήμερον.

Θαυμάτων δὲ πλείστων ἐν τούτῳ ἐπιῤῥεόντων, ἐπεὶ μετὰ χρόνον καὶ Ἰουστινιανός, ὁ Ῥωμαίων μέγιστος Αὐτοκράτωρ, τῇ δυσουρίᾳ πιεζόμενος, ἐντεῦθεν ἔσχε τὴν ἰατρείαν, ἀντιφιλοτιμούμενος τῇ τοῦ Λόγου Μητρί, τὸν μέγιστον ἀνεγείρει ναόν· ὃν ὑπὸ σεισμῶν διαφόρων διαῤῥαγέντα, ἐς ὕστερον Βασίλειος ὁ Μακεδὼν περιεποιήσατο, καὶ ὁ υἱὸς αὐτοῦ Λέων ὁ Σοφός, ἐφ᾿ ὧν καὶ πλεῖστα ἡ Πηγὴ ἐνήργησε θαύματα· ἀποστήματα γάρ, καὶ δυσουρίας, καὶ ἑκτικά, καὶ ἄλλα μυρία τεθεράπευκε καρκίνων πάθη· καὶ αἱμοῤῥοίας διαφόρους Βασιλίδων, καὶ ἄλλων γυναίων, καὶ πυρετῶν διαφόρων ἑσμόν, τριταϊκῶν τε καὶ ἄλλων ἐμπύων. Καὶ στειρώσεις διέλυσε· δώρημα γὰρ τῆς Πηγῆς ταύτης ὁ Βασιλεὺς Κωνσταντῖνος ὁ Πορφυρογέννητος, τῇ Βασιλίδι Ζωῇ γεννηθείς. Ἀνήγειρε δὲ καὶ νεκρὸν ἡ Πηγή· ἧν δὲ ἐκεῖνος ἐκ Θεσσαλίας· κατερχόμενος γὰρ πρὸς αὐτήν, τελευτᾷ καθ᾿ ὁδόν· θνήσκων δὲ καὶ πνέων τὰ λοίσθια, ἐπισκήπτει τοῖς ναύταις, ἐκεῖσέ πῃ πρὸς τὸν ναὸν τῆς Πηγῆς ἀγαγόντας, καὶ κάδους τρεῖς αὐτῷ τοῦ ἐκεῖθεν πηγάζοντος ὕδατος ἐπιχέοντας, θάψαι. Γίνεται τοῦτο· καὶ ὁ νεκρὸς, τοῦ ὕδατος ἐπιχυθέντος, διανίσταται.

Μετὰ δὲ χρόνους, τὸν μέγαν ναὸν πεσεῖν μέλλοντα, φανεῖσα ἡ Θεοτόκος, ὑπανεῖχεν, ἕως οὗ τὸ περιῤῥεῦσαν πλῆθος ἐκφορηθείη. Δαίμονας διαφόρους, τὸ ὕδωρ τοῦτο ποθέν, ἀπήλασε· καὶ ἐν φυλακῇ δεσμίους ἀπέλυσε. Τῷ Βασιλεῖ Λέοντι τῷ Σοφῷ, λιθίασιν ἐξιᾶται· καὶ τῇ γυναικὶ Θεοφανοῖ λαβρότατον πυρετὸν σβέννυται· τὸν δὲ ἀδελφόν, Στέφανον τὸν Πατριάρχην, τῆς ἑκτικῆς διαθέσεως ἀπολύει· καὶ Ἰωάννῃ τῷ Ἱεροσολύμων Πατριάρχῃ, τὴν ἀκοὴν ἐκτραπεῖσαν, ἰᾶται. Θεραπεύει πυρετὸν σφοδρότατον καὶ τοῦ Πατρικίου Ταρασίου, καὶ τῆς αὐτοῦ μητρὸς Μαγιστρίσσης· καὶ τὸν υἱὸν Στυλιανοῦ δυσουριῶντα ἰᾶται. Σχίζιναν δέ τινα γυναῖκα, τῆς δυσεντερίας λυτροῦται. Ὁ δὲ Βασιλεὺς Ῥωμανός, ὁ ἐκ Λακάπης, καὶ λύσιν καὶ δέσιν γαστρὸς τῷ ὕδατι θεραπεύει· ὡσαύτως καὶ ἡ αὐτοῦ γυνή. Ἐν Χαλδίᾳ τὸν Μοναχὸν Πέπεριν, καὶ τὸν αὐτοῦ Μαθητήν, θεραπεύει ἡ Θεομήτωρ δι᾿ ἐπικλήσεως· ὡσαύτως καὶ τὸν Μοναχὸν Ματθαῖον, καὶ Μελέτιον, πρὸς τὸν Βασιλέα διαβληθέντας. Πατρικίους δὲ καὶ Πρωτοσπαθαρίους, καὶ ἄλλους μυρίους, τίς ἂν διηγήσαιτο; Λαγχάνει καὶ τῆς ἐπὶ τὸ ἰσχίον θεραπείας, καὶ ὁ ἐπὶ τοῦ θυμιάματος Στέφανος.

Καὶ ποία γλῶσσα, ὅσα τὸ ὕδωρ τοῦτο ἐνήργησε, καὶ εἰς δεῦρο διενεργεῖ, διηγήσατο; ὑπὲρ σταγόνας ὑετοῦ, καὶ ἄστρων, καὶ φύλλων πλῆθος τὰ θαύματα, ἅ δὴ καὶ ἡμεῖς ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις κατείδομεν· φαγέδαιναν γάρ, καὶ γάγγραιναν, καὶ διατρήσεις, καὶ θανάσιμα φύματα ἕτερα, καὶ ἄνθρακας, καὶ λέπραν, καὶ λώβην ὑπερφυῶς ἐθεράπευσε· καὶ ἄλλας ὀγκώσεις γυναικῶν, καὶ ψυχῆς πάθη τὸ πλέον ἰάσατο· καὶ ὀφθαλμῶν ἐπιχύσεις τε, καὶ λευκώματα καὶ ὑέλωπας· ἔτι δὲ καὶ νόσημα ὕδρωπος τῷ Βαράγγῳ Ἰωάννῃ· καὶ τῷ ἑτέρῳ Βαράγγῳ πονηρὰ ἐθεράπευσεν ἕλκη· καὶ τῷ Ἱερομονάχῳ Μάρκῳ, ἐξανθοῦσαν τῆς ἐπιφανείας δριμύτητα· καὶ τὴν ἐπὶ πεντεκαίδεκα ἔτεσι δύσπνοιαν ὑπερβάλλουσαν, ἐνταυτῷ καὶ λιθίασιν τοῦ Μοναχοῦ Μακαρίου· καὶ ἄλλα πλεῖστα, ἅπερ ἀριθμῆσαι λόγῳ ἀδύνατον· ἅ δὴ καὶ ἐνήργησε καὶ ἐνεργεῖ, καὶ οὔποτε παύεται.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ Σύναξις τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Φανερωμένης», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὑρεθεῖσα παραδόξως παρὰ τὸν αἰγιαλὸν θησαυρίζεται ἐν τῇ ἐν Ῥόδῳ φερώνυμῳ ἁγίᾳ Μονῇ, κειμένῃ ἐν τόπῳ καλουμένῳ «Ἰξιά».

Στίχοι.

Φανερωθεῖσα ἡ Εἰκών σου Παρθένε,
Πᾶσι φανεροῖ τὴν μεγίστην σου χάριν.

Συναξάριον.

Ἡ ἁγία αὕτη καὶ θαυματόβρυτος Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου «τῆς Φανερωμένης» ἐφανερώθη ὑπερμεσοῦντος τοῦ ιθ’ αἰῶνος, ἐν τόπῳ καλουμένῳ Ἰξιᾶ, ἔνθα σήμερον ὑπάρχει ἡ φερώνυμος Ἱερὰ Μονή, τρόπῳ τοιῷδε:

Λεπρός τις ἐκ τῶν ἐκεῖ διαβιούντων, ἦν γὰρ τότε ὁ τόπος λεπρῶν ἐνδιαίτημα, περιπατῶν παρὰ τὴν θάλασσαν εὗρεν αὐτὴν κεχωσμένην ὑπὸ τὴν ἄμμον. Ὅθεν παραλαβὼν αὐτὴν καὶ οἰκοδομήσας μικρὸν Ναὸν ἐπ᾿ ὀνόματι τῆς Θεομήτορος κατέθεσεν αὐτὴν ἐν αὐτῷ. Ὅτε δὲ οἱ λεπροὶ ἀνεχώρησαν ἐκεῖθεν συνεστήθη πέριξ τοῦ Ναοῦ μικρὰ Μονὴ ἐν ᾗ ἄχρι σήμερον εὕρηται ἡ τιμία αὕτη Εἰκὼν παρὰ τῶν πιστῶν ἐξαιρέτως τιμωμένη καὶ θαύματα ἐνεργοῦσα τοῖς προσερχομένοις μετ᾿ εὐλαβείας καὶ πίστεως.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Καὶ εὐθὺς, Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ἐκ γ΄, τὸ Ἀναστὰς ὁ Ἰησοῦς... ἐκ γ΄ καὶ τὰς λοιπὰς ᾠδὰς τῶν Κανόνων.

Τοῦ Πάσχα. Ὠιδὴ ζ΄. Ὁ Εἱρμός.

Ο῾ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τροπάρια.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ω῾ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Υ῾δρεύσασθε νοσοῦντες ἰάματα· ἡ Πάναγνος ῥέει γάρ, θείας ἐκ πηγῆς, τὸν γλυκασμὸν τὸν ἀληθῆ, τὸν χειμάῤῥουν τρυφῆς ὄντως βλύζουσα· διὸ καὶ πίστει κρουνοὺς τοὺς ἀφθόνους, ἀρυσώμεθα σήμερον.

Ξενίζει τοὺς ἀκούοντας Δέσποινα, τὰ ξένα σου τέρατα, πάντας τοὺς πιστούς· τοὺς γὰρ ἀλάλους καὶ κωφούς, ὡς εὐλάλους δεικνύει τὸ ὕδωρ σου, τοὺς πάσχοντάς τε δεινῶς θεραπεύει, καὶ ἴασιν χαρίζεται.

Α᾿νάγεις ἐκ καμίνου τῶν θλίψεων, δροσίζουσα νάμασι, ξένης ἐκ Πηγῆς, τοὺς προσιόντας σοι Σεμνή· φαγεδαίνης λυτροῦται γὰρ ἄνθρωπος, καὶ λώβης· τὸν δὲ λεπρὸν θεραπεύεις, καὶ ἄνθρακας κατέσβεσας.

Νεάνιδες καὶ κόραι τὴν Δέσποιναν, καὶ σύμπαντες ἄνθρωποι, πίστει ἐκ ψυχῆς, ἀνευφημήσωμεν λαμπρῶς· διατρήσεις γὰρ ἥλων, ὑέλωπας, καὶ ἕλκη τὰ πονηρὰ καὶ ὀγκώσεις, καὶ παράλυτον ἰάσατο.

Τῆς Φανερωμένης. Οὐκ ἐλάτρευσαν.

Υ῞μνον σήμερον, προσᾴδομεν γηθόμενοι, τοῖς θαυμασίοις σου, Φανερωμένη Ἁγνή, τὴν θείαν Εἰκόνα σου, κατασπαζόμενοι, καὶ βοῶμέν σοι· Σπλαγχνίσθητι, ἐλέησον, τοὺς ἐκ πόθου σε καλοῦντας.

Γέρας ἄφθιτον, καὶ καύχημα σεβάσμιον, κλέος οὐράνιον, καὶ τιμαλφῆ θησαυρόν, Εἰκόνα σου ἔχοντες, τὴν χαριτόβρυτον, ἀνυμνοῦμέν σε, Φανερωμένη ἅπαντες, ἐν Ναῷ σου συνελθόντες.

Παρακλήσεως, καὶ εὐφροσύνης Δέσποινα, ὕδωρ ζωήῤῥυτον, ἡ εὐαγής σου Εἰκών, πηγάζει ἑκάστοτε, τοῖς προσιοῦσί σοι, καὶ βοῶσί σε· Χαῖρε Ἁγνὴ Θεόνυμφε, τοῦ Παντάνακτος καθέδρα.

Λάμψον Ἄχραντε, Φανερωμένη Δέσποινα, ἐκ τῆς Εἰκόνος σου, τῶν οἰκτιρμῶν σου τὸ φῶς, ἡμῖν τοῖς τιμῶσί σε, ὅλης ἐκ πίστεως, διαλύουσα, παθῶν ἡμῶν τὴν ζόφωσιν, ἡ τὸ φῶς Χριστὸν τεκοῦσα.

Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου.

Τοῦ Πάσχα. Ὠιδὴ η΄. Ὁ Εἱρμός.

Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Δεῦτε τοῦ καινοῦ, τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, Βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.

Α῏ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου, ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Θεῖον ἡ Πηγή, καὶ σεβάσμιον ὕδωρ, προῤῥέει σου Παρθένε· ὑδρωπικῶν γὰρ τὸ ῥεῦμα, ἀναχαιτίζει σφοδρῶς, ἐπικλήσει τῇ θείᾳ τῆς χάριτος· διό σε τιμῶμεν, Πηγὴ εἰς τοὺς αἰῶνας.

Πάντες τὸ σεπτόν, καὶ ζωήῤῥυτον ὕδωρ, ὑμνήσωμεν προφρόνως· τῆς γὰρ δυσπνοίας τὸ ῥεῦμα, κατὰ χῶραν ἱστᾷ, καὶ ἐλεύθερον ποιεῖ πρὸς διέξοδον. Βαβαὶ σῶν θαυμασίων, Ἁγνὴ Θεοκυῆτορ!

Ποῖον εὐφημήσει, Πανύμνητε στόμα, τοῦ τόκου σου τὸ ξένον; ἀλλὰ καὶ νῦν ὁποῖος, τῶν θαυμάτων πηγήν, περιβλέψαιτο καὶ λόγοις κροτήσειεν; οὐκ ἔστι τῇ φύσει, ἰσχὺς τὰ σὰ θαυμάζειν.

Ο῝λον ἐπὶ σοί, τοῦ θανάτου τὸ κράτος, ἠφάνισται ἀθρόον, ὦ Βασιλὶς καὶ Κυρία· Βασιλέα καὶ γάρ, τὴν ἀθάνατον ζωὴν σὺ ἐπήγασας, τὸ ὕδωρ, τὸ μάννα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῆς Φανερωμένης. Λυτρωτὰ τοῦ παντός.

Μανναδόχος ὡς στάμνος πολύτιμος, ἡ Εἰκών σου ὑπάρχει Πανύμνητε, παρέχουσα τοῖς δούλοις σου, οἰκτιρμῶν σου τὸ μάννα, Φανερωμένη, εἰς ψυχῶν ἀληθῆ περιποίησιν.

Λυτρωτὴν ἡ τῷ κόσμῳ κυήσασα, λύτρωσαί με Παρθένε τὸν δοῦλόν σου, προστρέχοντα ἐκ πίστεως, τῇ σεπτῇ σου Εἰκόνι, Φανερωμένη, ἐκ δεινῶν συμφορῶν καὶ κακώσεων.

Εὐκληρίας μεγίστης ἠξίωται, ἡ περίφημος Ῥόδος πλουτήσασα, Φανερωμένη Ἄχραντε, τὴν σεπτήν σου Εἰκόνα, ἐξ ἧς ἐκλάμπεις, τῆς στοργῆς σου ἀεὶ φῶς τὸ ἄϋλον.

Ο῾ Ναός σου ὑπάρχει παράδεισος, ὥσπερ ξύλον ζωῆς ἔχων Ἄχραντε, τὴν θαυμαστὴν Εἰκόνα σου, ᾗ πιστοὶ προσιόντες, Φανερωμένη, χάριτός σου τὰς δόσεις καρπούμεθα.

Καταβασία. Αὕτη ἡ κλητή.

Τοῦ Πάσχα. Ὠιδὴ θ΄. Ὁ Εἱρμός.

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως, παθόντα καὶ ταφέντα, καὶ ἐξαναστάντα, τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ Ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην.

Φωτίζου, φωτίζου...

Τροπάρια.

Χριστὸς τὸ καινόν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων, τὴν ἁμαρτίαν κόσμου...

Ω῍ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς! μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ Ἅιδης ἐσκυλεύθη.

Ω῍ θείας, ὢ φίλης...

Μαγδαληνὴ Μαρία, προσέδραμε τῷ τάφῳ, καὶ τὸν Χριστὸν ἰδοῦσα, ὡς κηπουρὸν ἠρώτα.

Ω῏ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ! ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ, τῆς Βασιλείας σου.

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε Εὐλογημένη, χαῖρε Δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου.

Ω῏ Πάσχα τὸ μέγα...

Τῆς Ζωοδόχου Πηγῆς. Ὁ αὐτός.

Μεγάλυνον ψυχή μου, Πηγὴν τὴν Ζωοδόχον, ἐκ ἧς ἀεὶ ἐκβλύζει, τῆς χάριτος τὸ ὕδωρ.

Υ῾δάτων ἁπάντων, Κόρη ὑπέρκειται Ἁγνή, τῆς Πηγῆς σου τὸ ὕδωρ, ἐμφανῶς δωρούμενον, ἀπαλλαγὴν νοσημάτων δεινῶν, καὶ ταῖς ψυχαῖς, ἅπασαν τὴν ῥῶσιν, ὡς ὑπὲρ φύσιν χεόμενον.

Πηγῇ τῇ Ζωοδόχῳ, προσδράμωμεν προθύμως· πηγάζει γὰρ τοῖς πᾶσι, τὸ ὕδωρ τῶν θαυμάτων.

Λυτῆρα τῶν νόσων, τὸν νέον ἰδοὺ Σιλωάμ, τῆς Πηγῆς σου Παρθένε, καθορῶμεν ἅπαντες· ὄμματα γὰρ προσλαμβάνει πηρός, ἅπαντες δέ, ῥῶσιν ἀενάως, πρὸς τῇ ζωῇ ποριζόμεθα!

Πηγῇ τῇ Ζωοδόχῳ, προσοίσωμεν τὸν ὕμνον, ὅτι ὑπερεκβλύζει, ἰάσεων τὰ ῥεῖθρα.

Οἱ ῥῶσιν ζητοῦντες, προσδράμετε ἐν τῇ Πηγῇ· ἡ γὰρ Κόρη Παρθένος, ἐνοικεῖ τῷ ὕδατι. Σκίρτα πιστῶν, καὶ εὐφραίνου πληθύς· οὕτω ὡς χρή, ἕξεις τῷ τεμένει, τὴν ἀμοιβὴν τῶν αἰτήσεων.

Α᾿κένωτον ὑπάρχει, τὸ ῥεῖθρον τῆς Πηγῆς σου, Παρθένε ἰατρεῖον, πᾶσι τοῖς ἀσθενοῦσι.

Υ῾ψώθη Πηγῆς σου, τὸ ὕδωρ ὑπὲρ οὐρανούς, καὶ τῆς γῆς τὰς ἀβύσσους, ταῖς ῥοαῖς διέδραμε· τοῦτο ἐστὶν ἀμβροσία ψυχῆς, νέκταρ πιστῶν, μέλι τὸ ἐκ πέτρας, καὶ ἡ τοῦ μάννα διάδοσις.

Α῾γνὴ Παρθένε χαῖρε, Πηγὴ ἡ ζωοδόχος, ἡ βλύζουσα τῷ κόσμῳ, ἐλέους θεῖα ρεῖθρα.

Εὐφραίνεις Παρθένε, τὸν Ἄνακτα ὑπερφυῶς, ἀναβλύζουσα χάριν, ἐκ Πηγῆς ἀέναον, τούτῳ διδοῦσα, κατ᾿ ἐχθρῶν τὴν ἰσχύν, νίκας ἀεί, ῥῶσιν καὶ εἰρήνην, καὶ αἰτημάτων ἐκπλήρωσιν.

Τῆς Φανερωμένης. Ἅπας γηγενής.

Μεγάλυνον ψυχή μου, τὴν Ἄχραντον Παρθένον, ἣ Φανερωμένη, καλεῖται παρὰ πάντων.

Πάντες εὐλαβῶς, ἐν οἴκῳ ἁγίῳ σου, ἰδοὺ συνήλθομεν, καὶ περιπτυσσόμενοι, τὴν σὴν Εἰκόνα, ἁγιαζόμεθα, Φανερωμένη Ἄχραντε· διὸ βοῶμέν σοι· Χαῖρε Κόρη, ἡ ττττηφρικτῶς τῷ θείῳ τόκῳ σου, εὐφροσύνης τὴν κτίσιν πληρώσασα.

Εἰκών σου ἡ ἁγία, Ἁγνὴ Φανερωμένη, προπύργιον καὶ τεῖχος, τοῖς δούλοις σου ὑπάρχει.

Λάμπει τηλαυγῶς, τὸ φῶς τοῦ προσώπου σου, ἐκ τῆς Εἰκόνος σου, καὶ φωτίζει ἅπαντας, Φανερωμένη, τοὺς προσιόντας σοι, καὶ εὐλαβῶς σοι ψάλλοντας, ᾠδὴν ἐπάξιον· οὓς εὐχαῖς σου, ῥῦσαι ἱκετεύομεν, τοῦ ἀσβέστου πυρὸς τῆς κολάσεως.

Δόξα.

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.

Ρ῾ύπων ψυχικῶν, καὶ πόνων τοῦ σώματος, τάχιστα λύτρωσαι, καὶ παντοίων θλίψεων, Φανερωμένη, καὶ περιστάσεων, ὡς ἀγαθὴ ἀπάλλαξον, τοὺς ἀνυμνοῦντάς σε· τὴν δὲ Ῥόδον, ἐν τῇ πέτρᾳ στήριζε, τοῦ ἐκ σοῦ σαρκωθέντος τῆς πίστεως.

Καὶ νῦν.

Ἁγνὴ Φανερωμένη, τοὺς κατασπαζομένους, τὴν θείαν σου Εἰκόνα, σκέπε ἀεὶ καὶ φρούρει.

Υ῞μνοις οἱ πιστοί, συμφώνως τιμῶμέν σε, Θεογεννήτρια, καὶ παρακαλοῦμέν σε, τῇ σῇ Εἰκόνι, γόνατα κλίνοντες· Φανερωμένη Δέσποινα, Κόρη Πανύμνητε, τὴν εἰρήνην, αἴτει τοῖς οἰκέταις σου, τοῖς φωνοῦσιν ἀξίως τὴν κλῆσίν σου.

Καταβασία. Ὁ Ἄγγελος ἐβόα... Φωτίζου φωτίζου.

Ἐξαποστειλάριον τοῦ Πάσχα. Ἦχος β΄.

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Ἕτερον. Τῆς Ζωοδόχου Πηγῆς. Ὅμοιον.

Πηγὴ ὑπάρχεις ἀληθῶς, ὕδατος ζῶντος Δέσποινα· ἐκπλύνεις οὖν νοσήματα, ψυχῶν σωμάτων χαλεπά, ἐν τῇ προσψαύσει μόνῃ σου, ὕδωρ τῆς σωτηρίας, Χριστὸν ἡ προχέουσα.

Ἕτερον. Τῆς Φανερωμένης. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Φανερωμένης τῇ θείᾳ, Εἰκόνι δεῦτε οἱ πιστοί, προσπέσωμεν μετὰ δέους, καὶ ἀνακράξωμεν πιστῶς· Φύλαττε, σκέπε καὶ φρούρει, τὸν σὸν λαὸν Θεομῆτορ.

Καὶ πάλιν τὸ τοῦ Πάσχα.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. η’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τοῦ γ΄ ἤχου β΄, τῆς Ζωοδόχου Πηγῆς Προσόμοια γ΄ καὶ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Φανερωμένης γ΄.

Τῆς Ζωοδόχου Πηγῆς.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Πηγὴ χαριτόβρυτος σὺ εἶ, Θεοτόκε Ἄχραντε, ἰάσεις πᾶσι παρέχουσα, τοῖς προσιοῦσί σοι, καὶ ἀρυομένοις, τῶν ἁγιασμάτων σου· καθαίρεις γὰρ ψυχάς τε καὶ σώματα, τῶν ἀνυμνούντων σε· διὸ Ἄσπιλε, Ἀμόλυντε, σῷζε πάντας, τοὺς ἐν σοὶ ἐλπίζοντας.

Λαβὶς θείου ἄνθρακος Ἁγνή, καὶ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν ἐθεάσατο, Κυρία Πάναγνε, σὺ ὑπάρχεις μόνη, καὶ Πηγὴ ἀκένωτος, τῶν θείων χαρισμάτων τοῦ Πνεύματος· διὸ αἰτοῦμέν σε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Παρθένε Πανάμωμε Ἁγνή, σὺ ὑπάρχεις ἅγιος, ναὸς τοῦ Λόγου καὶ ἔμψυχος, καὶ παναμώμητος· καὶ γὰρ ἁγιάζεις, καὶ φωτίζεις Δέσποινα, καὶ νέμεις ταῖς ψυχαῖς ἡμῶν ἴασιν, τῶν ἐν τῷ οἴκῳ σου, προστρεχόντων καὶ αἰτούντων σε, θερμῇ πίστει, τῶν παθῶν τὴν λύτρωσιν.

Ἕτερα τῆς Φανερωμένης.
Ἦχος πλ. δ΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! ἐπισκιάσει τῆς σῆς, θείας δόξης καὶ χάριτος, ἐδοξάσθη Δέσποινα, ἡ Εἰκών σου ἡ πάνσεπτος, καὶ ἀναβλύζει, χύδην ἰάματα, Φανερωμένη τοῖς προσπελάζουσι, καὶ ἀνυμνοῦσί σε, ὡς καθέδραν ἔμψυχον τοῦ δι᾿ ἡμᾶς, ἐξ ἁγνῶν αἱμάτων σου, ἐνανθρωπήσαντος.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ω῞σπερ οὐράνιον δώρημα, καὶ τιμαλφῆ θησαυρόν, καὶ δοχεῖον τῆς χάριτος, τὴν σεπτὴν εἰκόνα σου, οἱ ἀνάξιοι ἔχοντες, Φανερωμένη, αὐτῇ προστρέχομεν, τὰ θαύματά σου, ἀνακηρύττοντες, καὶ ἐκβοῶμέν σοι· Θεοτόκε Ἄχραντε Μῆτερ Θεοῦ, σκέπε καὶ διάσῳζε, ἡμᾶς ὡς εὔσπλαγχνος.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Φανερωμένη Πανύμνητε, τοὺς εἰσιόντας πιστῶς, ἐν Ναῷ τῷ ἁγίῳ σου, καὶ θερμῶς προσπίπτοντας, τῇ τιμίᾳ Εἰκόνι σου, ἐκ νοσημάτων, καὶ περιστάσεων, πειρατηρίων, καὶ πάσης θλίψεως, Δέσποινα λύτρωσαι, καὶ ἀφθόνως πάρεχε πᾶσιν ἡμῖν, χάριν Μητροπάρθενε, καὶ μέγα ἔλεος.

Καὶ τὰ τοῦ Πάσχα, Πάσχα ἱερόν... μετὰ τῶν στίχων αὐτῶν.

Δόξα. Ἦχος πλ. α΄.

Ω῍ τῆς θαυμαστῆς εὐδοκίας σου, Θεοτόκε Παρθένε Πανύμνητε! σὺ γὰρ τὴν ἁγίαν Εἰκόνα σου, τοῖς ἀπεγνωσμένοις διὰ τὴν νόσον φανερώσασα, ταύτην οἷαπερ ποταμόν, τῆς χάριτός σου ἀνέδειξας· οὗ τοῖς ὁρμήσασι, τὰς ψυχὰς εὐφραινόμενοι, οἱ εὐσεβεῖς ἀναβοῶμεν· Χαῖρε Κεχαριτωμένη, Φανερωμένη Παρθένε Θεονύμφευτε, ὁ Κύριος μετὰ σοῦ, ὁ ἐκ σοῦ ἐνανθρωπήσας Θεός, καὶ σωτηρίαν διὰ σοῦ, τῷ κόσμῳ δωρησάμενος.

Καὶ νῦν. Ὁ αὐτός.

Α᾿ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἐν τέλει ψάλλομεν τὸ Χριστὸς Ἀνέστη τρὶς (τετράκις μετὰ τὸ τοῦ Ἰδιομέλου) καὶ εὐθὺς τὰ Ἀπολυτίκια τῆς Ζωοδόχου Πηγῆς καὶ τῆς Φανερωμένης. Πάλιν τὸ Χριστὸς Ἀνέστη καὶ Ἀπόλυσις κατὰ τὸν τύπον τοῦ Πάσχα.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Κατὰ τὴν τάξιν τοῦ Πάσχα. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς ἡμέρας καὶ τῆς Θεοτόκου. Κοινωνικόν τοῦ Πάσχα.

Μεγαλυνάρια.

Βλύζει ἡ Πηγή σου ὕδωρ ζωῆς, τοῖς προσερχομένοις, μετὰ πίστεως ἀκραιφνοῦς, καὶ πάθη ἐκπλύνει, ψυχῶν τε καὶ σωμάτων· διὸ Θεοκυῆτορ, σὲ μακαρίζομεν.

Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, σὲ Φανερωμένη, Παρθένε ἀνυμνοῦμεν, τὴν θείαν σου Εἰκόνα, κατασπαζόμενοι.

Στίχοι.
Κύριλλον σῷζε τὸν Ῥόδου Ποιμενάρχην,
Ταῖς σαῖς πρεσβείαις Ἁγνὴ Φανερωμένη.

Πηγή: Ιερά Μητρόπολις Ρόδου



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

21ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 06:29ΔΥΣΗ 17:55
294-71
Όσιος Ιλαρίων ο Μέγας, Όσιος Φιλόθεος ο Αγιορείτης, Αγία Θεοδότη και ο Άγιος Σωκράτης ο Πρεσβύτερος
Όσιος Ιλαρίων ο Μέγας, Όσιος Φιλόθεος ο Αγιορείτης, Αγία Θεοδότη και ο Άγιος Σωκράτης ο Πρεσβύτερος

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Β. Κορ. α´ 8 - 11
Λουκ. ζ´ 1 - 10

ΟΚΤΩΒΡΙΟΥ
2017


Εικονοστάσι

21 Οκτωβρίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


15 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
16 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
17 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
18 Οκτωβρίου 2017
Νηστεία
19 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
20 Οκτωβρίου 2017
Νηστεία
21 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα