Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Ασματική Ακολουθία της Υπεραγίας Θεοτόκου της Επονομαζόμενης «Παναγίας Φιλερήμου»


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ»
Ψαλλομένη τῇ ΚΔ΄ Σεπτεμβρίου
Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου



ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν οὐρανίων ταγμάτων, τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, φοβερὰν προστασίαν, ἀκρόπολιν τῆς Ῥόδου τὴν ἰσχυράν, σὲ πιστῶς μακαρίζομεν, ἐν Φιλερήμου τῷ ὄρει οἱ εὐσεβεῖς, ἀνελθόντες Μῆτερ σήμερον.

Δεῦτε φιλέορτοι πάντες, πανηγυρίσωμεν, Μητρὸς τῆς Φιλερήμου, τὴν Εἰκόνα τιμῶντες, καὶ πάντες ἐκ καρδίας χαρμονικῶς, ἐκβοήσωμεν κράζοντες· Χαῖρε Παρθένε Μαρία Μῆτερ Θεοῦ, τῶν Ῥοδίων καταφύγιον.

Τὴν ἱεράν σου Εἰκόνα, τιμῶμεν σήμερον, Φιλέρημε Κυρία, ἑορτὴν συγκροτοῦντες· ἐκβλύζει γὰρ ἀπαύστως ἁγιασμοῦ, ὥσπερ κρήνη τὰ νάματα, τοῖς προσιοῦσιν ἐκ πίστεως ἀληθοῦς, καὶ ὑμνοῦσί σε Θεόνυμφε.

Τούς καταφεύγοντας πίστει, ἐν τῷ σκηνώματι, Φιλέρημε Παρθένε, τῆς ἁγίας σου δόξης, φιλεύσπλαχνος ὡς Μήτηρ σῷζε ἀεί, τῇ θερμῇ προμηθείᾳ σου, ἐκ συμφορῶν πολυτρόπων καὶ πειρασμῶν, νοσημάτων καὶ κακώσεων.

Δόξα. Καὶ νῦν. Ἦχος β΄.

Θεοτόκε Παρθένε, ἐν Εἰκόνι τιμῶντες οἱ δοῦλοί σου, τὴν παναγίαν Μορφήν σου, ἐξ αὐτῆς τὴν χάριν σου λαμβάνομεν, καὶ ἐν ὁμοφροσύνῃ βοῶμέν σοι· Εὐλογημένη Φιλέρημε Δέσποινα, δεῦρο ἡμᾶς ὡς λαόν σου διασῴζουσα, ἐκ παντοίας ὀργῆς καὶ θλίψεως.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε οἱ εὐσεβεῖς, ἐν ὄρει Φιλερήμου, ἀνέλθωμεν προθύμως, τὴν μόνην Θεοτόκον, ἐν ὕμνοις μακαρίζοντες.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χάριτος μυστικῶς, τὰ ῥεῖθρα ἀναβλύζει, Φιλέρημε Παρθένε, Εἰκών σου ἡ ἁγία, τοὺς εὐσεβεῖς δροσίζουσα.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Πάρεχε τῷ λαῷ, τῆς Ῥόδου φιλευσπλάγχνως, τὴν μητρικήν σου χάριν, Φιλέρημε Παρθένε, Μῆτερ Θεοῦ Πανάχραντε.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄.

Δεῦτε σήμερον πιστοί, τῆς Φιλερήμου τῇ πανσέπτῳ Εἰκόνι, μετ᾿ εὐλαβείας προσπέσωμεν κράζοντες· Θεοτόκε Πανάχραντε, ἡ τεκοῦσα τὸν Δεσπότην, τῆς φωνῆς τῶν οἰκετῶν σου ἐπάκουσον, βραβεύουσα ὡς φιλεύσπλαχνος ἡμῖν, ταῖς μητρικαῖς πρὸς Θεὸν ἱκεσίαις σου, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τά κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. ῍Ω τοῦ παραδόξου θαύματος.

Ω῍ τοῦ παραδόξου θαύματος! τῆς Ἁγνῆς ἡ Εἰκών, Φιλερήμου σήμερον, ἐκλάμπει πᾶσιν ἡμῖν, ὑπὲρ τὸν ἥλιον. Προσέλθωμεν οἱ πιστοί, ψυχῆς καὶ σώματος γόνατα κλίνοντες, καὶ πάντες ὡς ἐξ ἑνός, μετ᾿ εὐλαβείας βοήσωμεν στόματος· Κεχαριτωμένη χαῖρε, τῶν Ῥοδίων καύχημα, προστασία καὶ σκέπη, καὶ ἐλπίδος θεία ἄγκυρα.

Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! τὴν σὴν γὰρ Εἰκόνα, ὑπερεθαυμάστωσας, ἐκφάνσεσιν ταῖς πολλαῖς, τῶν θαυμασίων σου, ἧς μέγαν ὡς θησαυρόν, ἀπολαβόντες τὸ θεῖον ἀντίτυπον, καρπούμεθα ἐξ αὐτοῦ, τῶν δωρεῶν σου τὸν πλοῦτον κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, Δέσποινα Φιλέρημε, τῆς λαμπρᾶς Ῥοδονήσου, ἡ ἀπόρθητος ἀκρόπολις.

Τὴν σὴν Εἰκόνα τὴν πάντιμον, ἐν ἀγαλλιάσει, Μῆτερ ἀσπαζώμεθα, δοξάζοντες οἱ πιστοί, τὸν θεῖον τόκον σου, καὶ χάριτος ἐξ αὐτῆς, ὡς ἐκ πηγῆς ἀπαντλοῦντες τὰ νάματα, πληρούμεθα τὰς ψυχάς, πνευματικῆς εὐφροσύνης κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, Ἄχραντε Φιλέρημε, τοῦ ἐν Ῥόδῳ λαοῦ σου, ἡ σωτήριος ἀντίληψις.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Μυστικὸν ὡς ἁγίασμα, τὸ ἀντίτυπον ἔχοντες, τῆς σεπτῆς Εἰκόνος σου ἀγαλλώμεθα, καὶ ὑποκλίνοντες γόνατα, καρδίας καὶ σώματος, οἱ πιστοὶ τὸν ἀσπασμόν, εὐλαβῶς σοι προσνέμομεν, καὶ βοῶμέν σοι· Ὦ Φιλέρημε Ἄχραντε Κυρία, τῶν τιμώντων σε προστάτις, ἔσο ἀπαύστως καὶ ἔφορος.

Ε᾿ν τῷ ὄρει ἀνέλθωμεν, Φιλερήμου φιλέορτοι, ἔνθα τεθησαύρισται τῆς Θεόπαιδος, Εἰκὼν ἡ θεία καὶ ᾄσωμεν, ᾠδὴν χαριστήριον, τῇ προστάτιδι ἡμῶν, πρὸς αὐτὴν ἀνακράζοντες· Χαῖρε Δέσποινα, ἡ ἀκοίμητος φύλαξ τῶν Ῥοδίων, καὶ ἀντίληψις καί σκέπη, τῶν ἐκ ψυχῆς προστρεχόντων σοι.

Ο῾ Ναός σου ὁ ἅγιος, ἀνεδείχθη παράδεισος, ἀληθῶς Θεόνυμφε τῆς Εἰκόνος σου, ἔχων τὸ θεῖον ἀντίτυπον, ὡς ξύλον κατάκαρπον, ὦ Φιλέρημε ζωῆς, ἔνθα πίστει προστρέχοντες, τῆς προνοίας σου, τὰς ἐκφάνσεις τρυγῶμεν ἀκορέστως, καὶ καρπούμεθα τὴν χάριν, τῶν ὑπὲρ νοῦν θαυμασίων σου.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Η῾ Θεόνυμφος Παρθένος, καὶ Μήτηρ τῆς ζωῆς, σήμερον τὴν σεπτὴν αὐτῆς Εἰκόνα, ὡς ἁγιασμοῦ ταμεῖον προβάλλεται, καὶ τοὺς εὐσεβεῖς συγκαλεῖται, πρὸς αἴνεσιν τῶν θαυμασίων αὐτῆς· δεῦτε οὖν ἀδελφοί, ἐν κατανύξει πάντες προσέλθωμεν, καὶ προσπέσωμεν τῇ Βασιλίδι Μητρί, τῇ ἀπειράνδρως τεκούσῃ, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν· ἰδοὺ γὰρ πλήρης δόξης καὶ χάριτος, τοῖς προσπελάζουσιν ὁρᾶται, καὶ πρυτανεύει τὰ κρείττονα, τοῖς εὐλαβῶς ἀναβοῶσιν· Ἡ τῆς Φιλερήμου Κυρία, Θεοτόκε Δέσποινα Πανάχραντε, μὴ παύσῃ τὸν λαόν σου περιέπουσα, αἰτουμένη πᾶσι τὸ μέγα ἔλεος.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. κη΄ 10-17)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτήν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς· καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(Κεφ. μγ΄ 27-μδ΄ 4)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς λέγει Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλάμ τῆς Πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς οῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. θ΄ 1-11)

Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὅν κεκέρακα ὑμῖν. Ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α΄.

Εὐφραίνου καὶ ἀγάλλου, ἡ περίφημος Ῥόδος, καὶ τὰς πέριξ νήσους συγκάλεσον, πρὸς ἑόρτιον πανήγυριν, τῆς Κεχαριτωμένης Φιλερήμου· ἰδοὺ γὰρ σήμερον ἡ Θεόνυμφος, τὴν τιμιωτάτην Εἰκόνα αὐτῆς, ὡς σκεῦος μυστικοῦ ἁγιασμοῦ, διὰ πολλὴν εὐσπλαγχνίαν προβάλλεται, καὶ παρέχει δαψιλῶς, τῆς εὐλογίας πᾶσι τὰ δωρήματα. Δεῦτε οὖν πνευματικῶς, αὐτὴν ἀσπασώμεθα, ὡς ἐξ ἑνὸς στόματος βοῶντες· Θεοτόκε Πανύμνητε, τῆς βοηθείας σου δίδου τὴν ἰσχύν, τῷ λαῷ σου ὡς φιλάγαθος.

Ὁ αὐτός.

Πνευματικὴ πανήγυρις σήμερον, εὐφροσύνης πρόξενος ἡμῖν, ὦ ἀδελφοὶ ἐπεδήμησε. Δεῦτε οὖν δαυϊτικῶς, εἰς οἶκον Κυρίου πορευσώμεθα, καὶ τῇ Εἰκόνι τῆς Ἁγνῆς Θεοτόκου, ἐν κατανύξει προσπέσωμεν· ὡς χρυσέα γὰρ μανναδόχος στάμνος, τὸ μάννα τῆς χάριτος παρέχει ἀεί, τοῖς εὐσεβῶς ἀναβοῶσι· Χαῖρε Κεχαριτωμένη, Φιλέρημε Κυρία Θεονύμφευτε, τῆς Ῥόδου τὸ καύχημα, καὶ Ὀρθοδόξων τὸ κραταίωμα· μετὰ σοῦ ὁ Κύριος, ὁ διὰ σοῦ δωρούμενος ἡμῖν, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος β΄.

Δεῦτε σήμερον οἱ πιστοί, τῆς Φιλερήμου τὴν ἑόρτιον Σύναξιν, ἐν κατανύξει ἑορτάσωμεν, καὶ τὴν ὑπέρτιμον Εἰκόνα αὐτῆς, ἐν εὐλαβείᾳ τιμήσωμεν· τῶν ἰαμάτων γὰρ ἡμῖν, πηγὴ ἀστείρευτος δείκνυται, νόσους θεραπεύουσα, θλίψεις διασκεδάζουσα, δαίμονας ἀποδιώκουσα, καὶ τὰς δεήσεις πάντων ἐκπληροῦσα, τῶν ἐπ᾿ αὐτῇ πεποιθότων, καὶ ἐκ καρδίας βοώντων· Χαῖρε Κεχαριτωμένη, ἡ τῆς Ῥόδου ἀπόρθητος ἀκρόπολις, προστασία καὶ σκέπη, καὶ θεῖον καταφύγιον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Ε᾿ν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ, τῶν Ῥοδίων τὸ θεόλεκτον ποίμνιον· ἡ γὰρ Πανάχραντος Θεοτόκος, ηὐδόκησε τὴν νῆσον ἡμῶν, ὡς πολυτίμητον δῶρον, τὸ ἀντίτυπον τῆς Εἰκόνος αὐτῆς, ὡς εὔσπλαγχνος ἡμῖν δωρησάμενη. Ὅθεν βοήσωμεν αὐτῇ, σὺν τῷ Ἀρχαγγέλῳ Γαβριήλ, ἐν φωνῇ ἀγαλλιάσεως· Χαῖρε Κεχαριτωμένη, Κυρία Φιλέρημε Θεόνυμφε, ὁ Κύριος μετὰ σοῦ· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.
Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Α᾿νευφημοῦσι πιστοὶ ψαλμοῖς καὶ ὕμνοις, ταύτην τὴν ἑόρτιον σοῦ Μῆτερ Σύναξιν, καὶ εὐλαβῶς ἑορτάζουσι, τὰ μεγαλεῖα, τῆς σῆς Εἰκόνος ἐκδιηγούμενοι· καὶ γὰρ αὕτη πάντοτε, ὑπὲρ τὸν ἥλιον, ἐκλάμπει πᾶσι Φιλέρημε, καὶ ἀνατέλλει, τῆς χάριτός σου τὸ φῶς τὸ ἄδυτον, ζόφον τῶν θλίψεων ἐλαύνουσα, καὶ ψυχὰς σὺν καρδίαις φωτίζουσα, μυστικῶς τῶν τιμώντων, τὴν ἀπείρανδρον λοχείαν σου.

Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Α᾿γαλλιᾶται λαμπρῶς ἡ νῆσος Ῥόδος, καὶ χαίρει ἑόρτια ὅτι ἐπλούτησεν, ὡς θησαυρὸν ἁγιάσματος, τῆς σῆς Εἰκόνος, Μῆτερ Φιλέρημε τὸ ἀντίτυπον· διὸ καὶ προστρέχουσα, ἐν τῷ ἁγίῳ σου, τεμένει ᾄδει τῆς δόξης σου, τὰ μεγαλεῖα, καὶ ἐπ᾿ ἐλπίδι, ἀνακραυγάζει σοι· Ἔσο ἀπόρθητος ἀκρόπολις, τοῦ λαοῦ σου ὡς Μήτηρ φιλάγαθος, καὶ ἀκλόνητον τεῖχος, τῶν πιστῶν προσερχομένων σοι.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ε᾿πισκιάσει Ἁγνὴ τῆς χάριτός σου, τὴν θείαν Εἰκόνα σου σκεῦος ἀνέδειξας, τῶν ὑπὲρ νοῦν δωρημάτων σου, εὐεργετοῦσα, τοὺς προσιόντας αὐτῇ ἑκάστοτε· διὸ καὶ κηρύττοντες, τὰ σὰ θαυμάσια, ἐν εὐφροσύνῃ βοῶμέν σοι· Χαῖρε Παρθένε, Εὐλογημένη Μῆτερ Φιλέρημε· ἀπὸ κινδύνων καὶ κακώσεων, πειρασμῶν νοσημάτων καὶ θλίψεων, τὸν λαόν σου συντήρει, ὡς φιλεύσπλαγχνος ἀπήμονα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Ε῎χει μὲν τὸ Μαυροβούνιον Ἁγνή, τὴν σεβασμίαν σου Εἰκόνα, ὡς θησαυρὸν ἁγιάσματος ἀτίμητον· ἔχει δὲ καὶ ἡ Ῥόδος Πανάχραντε, τὸ θαυμαστὸν αὐτῆς ὁμοίωμα, ὡς πηγὴν τῶν δωρεῶν σου ἀστείρευτον· ἐν ἀμφοτέροις γὰρ ἡ χάρις σου ἐνεργοῦσα, τῆς μητρικῆς σου προνοίας, τὴν σωτήριον ἐκφαίνει ἐνέργειαν, πρὸς εὐφροσύνην τῶν βοώντων· Χαῖρε Κεχαριτωμένη Φιλέρημε Δέσποινα, μετὰ σοῦ ὁ Κύριος, ὁ διὰ σοῦ δωρούμενος τῷ κόσμῳ, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ω῾ς ἀπόρθητον τεῖχος, καὶ ἀκρόπολιν ἄσειστον, Ῥόδος ἡ περίφημος νῆσος, τὸν Ναόν σου ἐκτήσατο, ἐν ᾧ ὥσπερ ἐν θρόνῳ ὑψηλῷ, ἐνίδρυται ἡ θεία σου Εἰκών, ἀναβλύζουσα τῆς χάριτος μυστικῶς, τὰ ῥεῖθρα τοῖς ἐκβοῶσι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα Μῆτερ Φιλέρημε τῇ σῇ, πλουσίᾳ χρηστότητι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν θείαν Εἰκόνα σου, ὡς θησαυρὸν τιμαλφῆ, τοῦ πλούτου Φιλέρημε, τῆς μητρικῆς σου στοργῆς, τιμῶμεν οἱ δοῦλοί σου· βρύεις γὰρ ἀενάως, ἐξ αὐτῆς πᾶσι χάριν, τοῖς προσιοῦσι πόθῳ, καὶ πιστῶς ἐκβοῶσι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτηρ.

Εἰκόνι τῇ σεπτῇ, τῆς Ἁγνῆς Φιλερήμου, προσπέσωμεν πιστοί, ἐν θερμῇ κατανύξει, καρδίας ὑποκλίνοντες, καὶ τοῦ σώματος γόνατα, καὶ βοήσωμεν· Θεοχαρίτωτε Κόρη, σκέπε πάντοτε, ἐκ πειρασμῶν πολυτρόπων, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τὸ ἀντίτυπον τῆς σῆς, θείας Εἰκόνος Ἀγαθή, τῶν Ῥοδίων ὁ λαός, ὥσπερ ταμεῖον ἀληθῶς, τῶν δωρεῶν κεκτημένος τῆς χάριτός σου, ᾄδει σοι ᾠδήν, χαριστήριον, καὶ τὸν ἀσπασμόν, ἀναφέρει σοι, τοῦ Γαβριὴλ Φιλέρημε Παρθένε, μετ᾿ εὐφροσύνης κραυγάζων σοι· Χαῖρε Μαρία, Εὐλογημένη, σωτηρία τοῦ κόσμου.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Η῾ Ῥόδος ἀγάλλεται, Μῆτερ Ἁγνὴ πανδημεί, τιμῶσα τὸ τύπωμα, τῆς θεαυγοῦς σου Μορφῆς, Φιλέρημε σήμερον. Ὅθεν αὐτὴν ὡς πλοῦτον, οἰκτιρμῶν κεκτημένη, ῥύου ταῖς μητρικαῖς σου, πρὸς Χριστὸν ἱκεσίαις, κινδύνων πολυτρόπων ἀεί, καὶ πάσης κακώσεως.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον, ζήτει τῇ η΄ Σεπτεμβρίου.

Ὁ Ν΄. Δόξα. Ταῖς τῆς Φιλερήμου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Μῆτερ τοῦ Θεοῦ, Παρθένε Πανύμνητε Φιλέρημε, ἁγιασμὸν καὶ εἰρήνην καὶ ἔλεος, ἐκ τῆς ἁγίας σου Εἰκόνος λαμβάνοντες, τὰ μεγαλεῖα τῆς δόξης σου διηγούμεθα, καὶ εὐλαβῶς παρακαλοῦμεν· Μὴ παύσῃ ὡς ἀγαθὴ ἐποπτεύουσα, καὶ προστατεύουσα πάντων, τῶν εἰς σὲ ἀφορώντων ἐκ πίστεως.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου...

Εἶτα· ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς· «Φιλέρημον Κόρην νῦν μεγαλύνω. Κυρίλ(λ)ου».

Ὠιδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.

Α᾿νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (Δίς)

Τροπάρια.

Φιλέρημε Δέσποινα, ἡ φῶς τεκοῦσα τὸ ἄδυτον, τὸν νοῦν μου καταύγασον, τῆς χάριτός σου φωτί, καὶ τοῖς χείλεσι, πρυτάνευσόν μοι λόγον, ὡς ἂν ὁ ἀνάξιος, ὕμνον ὑφάνω σοι.

Ι᾿δού σοι προστρέχομεν, ἐν κατανύξει Φιλέρημε, Παρθένε Πανάχραντε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ βοῶμέν σοι· Χαῖρε Ἁγνὴ Μαρία, τῆς Ῥόδου προπύργιον, καὶ τεῖχος ἄσειστον.

Λιμένα ἀχείμαστον, ἐν τρικυμίαις καὶ θλίψεσι, Φιλέρημε ἔχομεν, τὸν ἱερόν σου Ναόν, ἐν ᾧ σήμερον, ἑστῶτες ἀνυμνοῦμεν, τὸ πλῆθος τὸ ἄπειρον, τῶν θαυμασίων σου.

Ε᾿κκέχυται Δέσποινα, ἡ ἀπειρόδωρος χάρις σου, τῇ θείᾳ Εἰκόνι σου, δι᾿ εὐδοκίαν πολλήν, διασῴζουσα, Φιλέρημε ἐκ πάσης, ὀργῆς καὶ κακώσεως, τοὺς προσιόντας σοι.

Ὠιδὴ γ΄. Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντες, πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. (Δίς)

Τροπάρια.

Ρ῾οαῖς τοῦ ἐλέους Θεοτόκε, τοῦ βλύζοντος ὥσπερ ἐκ πηγῆς, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, εὐφραίνεις ὑπὲρ ἔννοιαν, τοὺς εὐσεβῶς τῇ δόξῃ σου, αἶνον Φιλέρημε ᾄδοντας.

Η῾λίου ἀστράπτει τῶν ἀκτίνων, λαμπρότερον πάντοτε ἡμῖν, ἡ χάρις τῆς Εἰκόνος σου, Φιλέρημε Πανύμνητε, σκοτίαν διαλύουσα, τῶν πειρασμῶν καὶ τῶν θλίψεων.

Μορφῆς σου τὸν θεῖον χαρακτῆρα, ὡς χάριτος σκεῦος μυστικόν, ἐν πίστει μεγαλύνοντες, ἐκ τούτου κομιζώμεθα, τὰς δωρεὰς Φιλέρημε, τῆς μητρικῆς προμηθείας σου.

Ο῾μάλισον τρίβον σωτηρίας, Παρθένε Φιλέρημε ἡμῖν, καὶ ἀσφαλῶς κατεύθυνον, ἡμᾶς τοὺς προσκυνοῦντάς σου, Εἰκόνα τὴν ὑπέρτιμον, πρὸς βασιλείαν οὐράνιον.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Η῾ Ῥοδόνησος ἀεί, χαίρει Παρθένε ἐπὶ σοί, ὥσπερ θεῖον θησαυρόν, τῶν μητρικῶν σου οἰκτιρμῶν, τῆς σῆς Εἰκόνος τὸ Ἔκτυπον κεκτημένη, καὶ ἐν τῷ Ναῷ, τῷ ἁγίῳ σου, σπεύδουσα πιστῶς, μακαρίζει σε, χαῖρε βοῶσα Ἄχραντε Μαρία, Εὐλογημένη Φιλέρημε· μὴ οὖν ἀπώσῃ, τῶν οἰκετῶν σου, τὰς ἐκ πόθου δεήσεις.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Ὠιδὴ δ΄. Ὁ Εἱρμός.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. (Δίς)

Τροπάρια.

Νάμασι τῆς χάριτος ἡ σὴ Εἰκών, καταρδευομένη Φιλέρημε, ὕδωρ τὸ θεῖον, τῶν πολλῶν σου οἰκτιρμῶν, ἐκβλύζει ὑπὲρ ἔννοιαν, πᾶσι τοῖς ἀξίως προστρέχουσι.

Κῆπος εὐωδέστατος ὡς ἀληθῶς, πέλει ἡ Εἰκών σου ἡ πάνσεπτος, τῶν δωρεῶν σου, τοῖς ἀρώμασιν ἡμᾶς, τερπνῶς εὐωδιάζουσα, Κεχαριτωμένη Φιλέρημε.

Ο῞λη ὡραιόμορφος ὅλη καλή, ὅλη γλυκυτάτη Φιλέρημε, ἐν τῇ Εἰκόνι, καθορᾶσαι ἀληθῶς, καὶ θέλγεις ἡμᾶς πάντοτε, αἴγλῃ τῶν πολλῶν θαυμασίων σου.

Ρ῾όδος μακαρίζει σε χαρμονικῶς, ὅτι τὴν Εἰκόνα σου εὕρατο, παραμυθίαν, καὶ θερμὴν καταφυγήν, καὶ ἰσχυρὰν ἀκρόπολιν, Κεχαριτωμένη Φιλέρημε.

Ὠιδὴ ε΄. Ὁ Εἱρμός.

Ε᾿ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα. (Δίς)

Τροπάρια.

Η῾μεῖς ἰδοὺ σήμερον, κροτοῦμέν σοι πανήγυριν, τιμῶντες τὴν θείαν σου Εἰκόνα, δι᾿ ἧς ἐκφαίνεις, τὴν πρὸς ἡμᾶς σου πολλήν, εὔνοιαν καὶ πρόνοιαν ἀεί, Ἄχραντε Φιλέρημε, τῶν Ῥοδίων κραταίωμα.

Νοσοῦσι Φιλέρημε, παρέχει τὴν ἀνόρθωσιν, καὶ πολεμουμένοις τὴν εἰρήνην, ἡ προϊοῦσα, ἐκ τῆς Εἰκόνος τῆς σῆς, χάρις, ἣν χορήγει δαψιλῶς, καὶ ἡμῖν Θεόνυμφε, τοῖς ὑμνοῦσι τὴν δόξαν σου.Ναός σου ὁ ἅγιος, παράδεισος μυρίπνοος, δείκνυται Φιλέρημε Ἁγία, τὴν σὴν Εἰκόνα, ἔχων ὡς ξύλον ζωῆς, ἐξ οὗ καὶ τρυγῶμεν οἱ πιστοί, Κόρη τὰ χαρίσματα, τῆς πολλῆς σου χρηστότητος.

Υ῾μνοῦμέν σε Ἄχραντε, Φιλέρημε γηθόμενοι, ἐν τῷ παναγίῳ σου τεμένει, ὅτι Μορφῆς σου, τὸν χαρακτῆρα ἡμῖν, γέρας καὶ τρυφὴν καὶ γλυκασμόν, ἀληθῶς καὶ καύχημα, ἐδωρήσω ὡς εὔσπλαγχνος.

Ὠιδὴ στ΄. Ὁ Εἱρμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. (Δίς)

Τροπάρια.

Νεφέλη θεία τῆς χάριτος, ὑπάρχει ἡ Εἰκών σου σκιάζουσα, ἡμᾶς τοὺς δούλους σου, τοὺς ἐν ἐρήμῳ τῶν θλίψεων, πικρῶς ὀδυνωμένους, Ἁγνὴ Φιλέρημε.

Μεγίστη πέλεις ἀντίληψις, τῇ Ῥόδῳ καὶ χαρὰ ἀνεκλάλητος, Ἁγνὴ Φιλέρημε, ἣν ἐν τῇ πέτρᾳ τῆς πίστεως, ἀκλόνητον συντήρει, καὶ ἀκατάσειστον.

Εἰκών σου Μῆτερ ἡ πάνσεπτος, ὡς ῥόδον ἀφθαρσίας νοούμενον, μυρίζει πάντοτε, τὴν νῆσον Ῥόδον εὐφραίνουσαν, ἐνθέως καυχωμένην, τοῖς θαυμασίοις σου.

Γαλήνης θείας ἀκύμαντον, λιμένα τὴν Εἰκόνα σου ἔχομεν, καὶ καταφεύγοντες, αὐτῇ Παρθένε Φιλέρημε, ἐν βίου τρικυμίαις, διασῳζόμεθα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Φιλερήμου τῷ Ναῷ ἐν πίστει δράμωμεν,
καὶ τὴν Εἰκόνα εὐλαβῶς αὐτῆς τιμήσωμεν
εὐφραινόμενοι τῷ πνεύματι ἑορτίως·
ὡς πηγὴ γὰρ ζωηφόρος βρύει πάντοτε,
οἰκτιρμῶν τῆς Θεομήτορος τὰ νάματα,
τοῖς κραυγάζουσι· Χαῖρε Ῥόδου τὸ καύχημα.

Ὁ Οἶκος.

Τάγματα τῶν Ἀγγέλων, ἐν ὑψίστοις ὑμνοῦσι, τὴν δόξαν σου Φιλέρημε Μῆτερ· ἡμεῖς δὲ οἱ ἐν Ῥόδῳ πιστοί, τῇ εὐαγεῖ σου Εἰκόνι προστρέχοντες, εὐνοίας σου λαμβάνομεν, τὰς δωρεὰς ἀναβοῶντες·
Χαῖρε, τοῦ κόσμου ἡ σωτηρία·
χαῖρε, ἀνθρώπων ἡ προστασία.
Χαῖρε, παρθενίας εὐῶδες κειμήλιον·
χαῖρε, σωφροσύνης ὡραῖον παλάτιον.
Χαῖρε, ὅτι ἐσωμάτωσας τὸν φιλάνθρωπον Θεόν·
χαῖρε, ὅτι ἐθανάτωσας τὸν ἀρχέκακον ἐχθρόν.
Χαῖρε, τοῦ Φιλερήμου ἄνασσα πανολβία·
χαῖρε, Δωδεκανήσου θαυμαστὴ θυμηδία.
Χαῖρε, δι᾿ ἧς ἰάσεις λαμβάνομεν·
χαῖρε, δι᾿ ἧς κινδύνων σῳζόμεθα.
Χαῖρε, πηγὴ ζωηφόρος θαυμάτων·
χαῖρε, ἀκτὶς φωτοφόρος χαρίτων.
Χαῖρε, Ρόδου τὸ καύχημα.

Μηνολόγιον.

Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός (Σεπτεμβρίου), Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Φιλερήμου», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν Μαυροβουνίῳ, καὶ ἧς ἀκριβὲς ἐκτύπωμα θησαυρίζει καὶ ἡ ἐν Ῥόδῳ φερώνυμος ταύτης ἁγία Μονή.

Στίχοι.
Τῆς Φιλερήμου ἡ Εἰκὼν πελαγίζει,
Τοῖς προσιοῦσιν ἰαμάτων τὰ ῥεῖθρα.
Εἰκάδι τετάρτῃ Κούρην Φιλέρημον ὕδω.

Συναξάριον.

Αὕτη ἡ σεβασμία καὶ θαυματουργὸς Εἰκὼν τῆς Κεχαριτωμένης Θεοτόκου τῆς «Φιλερήμου» ὑπῆρχεν ἐξ ἡμερῶν ἀρχαίων ἐν Ῥόδῳ, τεθησαυρισμένη ἐν τῇ φερωνύμῳ ἁγίᾳ Μονῇ, ἄχρι τοῦ χρόνου τῆς ἁλώσεως τῆς νήσου ὑπὸ τῶν ἀσεβῶν Ὀθωμανῶν, ὅτε φεύγοντες οἱ δορυκτήτορες τῆς νήσου Ἰωαννίται Ἱππόται παρέλαβον αὐτὴν μετ᾿ αὐτῶν. Οὕτω εὑρέθη ἡ ἁγία Εἰκών πρῶτον ἐν Ἰταλίᾳ (1523-1527), εἶτα ἐν Γαλλίᾳ (1527-1530), ὕστερον δὲ ἐν τῇ νήσῳ Μάλτᾳ (1530-1798). Καταληφθείσης δὲ τῆς νήσου ὑπὸ τοῦ Μ. Ναπολέοντος μετεκομίσθη ὑπὸ τῶν Ἱπποτῶν εἰς Ῥωσίαν, ἔνθα παρέμεινε μέχρι τοῦ ἔτους 1919, ὅτε παραληφθεῖσα ὑπό τινων εὐσεβῶν Χριστιανῶν, φευγόντων τὸν διωγμὸν τῶν ἀθέων, εὑρέθη ἐν Δανίᾳ (1919-1928) καὶ κατόπιν ἐν Βερολίνῳ (1928-1929), ἐντεῦθεν δὲ ἐν Βελιγραδίῳ ἄχρι τοῦ ἔτους 1941, ὅτε διὰ μείζονα ἀσφάλεια, ἕνεκα τοῦ ἐνσκήψαντος δευτέρου παγκοσμίου πολέμου, μετεφέρθη εἰς τὴν Ἱερὰν Μονὴν τοῦ Ὀστρόγου ἐν Μαυροβουνίῳ, ἐν ᾗ καὶ παρέμεινε τιμωμένη ἄχρι τοῦ ἔτους 1952. Τότε παραληφθεῖσα ὑπὸ τῶν κυβερνώντων μετεφέρθη εἰς τὸ Ἐθνικὸν θησαυροφυλάκιον τοῦ Μαυροβουνίου, ἀπὸ δὲ τοῦ ἔτους 1978 μέχρι σήμερον εὕρηται ἐν τῷ Ἐθνικῷ Μουσείῳ τῆς ὡς ἄνω χώρας.

Ἀντίτυπον τῆς θαυματουργοῦ καὶ ἁγίας ταύτης Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου ἐπλούτησεν ἐσχάτως καὶ ἡ νῆσος Ῥόδος, μετακομισθὲν ἐν αὐτῇ, τῇ εὐσεβεῖ αἰτήσει τοῦ αὐτῆς Ποιμενάρχου Κυρίλλου τοῦ Κρητός, ὑπὸ τοῦ Μητροπολίτου Μαυροβουνίου καὶ Παραθαλασσίας Ἀμφιλοχίου, καὶ ἐναποτεθὲν ἐν τῷ Καθολικῷ τῆς φερωνύμου Ἱερᾶς Μονῆς τῇ 24ῃ Σεπτεμβρίου τοῦ 2008ου σωτηρίου ἔτους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.

Στίχοι.
Αὐτός σε σῴζει, Θέκλα, ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐῤῥάγησαν αἱ πέτραι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος.

Στίχοι.
Οὐκ ἦν Κόπρις κόπρις, ἀλλ᾿ ἄλλος βότρυς,
Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα Εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον.

Στίχοι.
Ἡ προϊοῦσα ἐξ Εἰκόνος σου χάρις,
Ἤγειρεν ἄνδραν παράλυτον Παρθένε.

Ταῖς τῆς Παναχράντου σου Μητρὸς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ΄. Ὁ Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς)

Τροπάρια.

Α᾿γαλλίασιν, λαμβάνομεν Φιλέρημε, καὶ θείαν δύναμιν, ἐκ τῆς Εἰκόνος τῆς σῆς, αὐτὴν ἀσπαζόμενοι, καὶ πόθῳ ψάλλοντες· Χαῖρε Ἄχραντε, τῆς Ῥόδου ἐγκαλλώπισμα, καὶ βεβαία προστασία.

Λύσιν βράβευσον, πταισμάτων ταῖς πρεσβείαις σου, τοῖς καταφεύγουσι, τῇ σῇ Εἰκόνι Ἁγνή, ἐν ᾗ ἀνεκφοίτητος, μένει ἡ χάρις σου, καταθέλγουσα, Φιλέρημε Παντάνασσα, τὰς ψυχὰς τῶν ὑμνητῶν σου.

Υ῞μνοις Ἄχραντε, Φιλέρημε τιμῶμέν σε, καὶ ἀσπαζώμεθα, τὴν σὴν Εἰκόνα πιστῶς· διὸ ἡμᾶς λύτρωσαι, παντοίων θλίψεων, καὶ κακώσεων, ὑπὲρ ἡμῶν τὸν Κύριον, ἐκτενῶς ἐκδυσωποῦσα.

Νεῦσον Δέσποινα, Φιλέρημε ὡς εὔσπλαγχνος, ταῖς παρακλήσεσιν, ἡμῶν τῶν σῶν ἱκετῶν· καὶ γὰρ τῇ Εἰκόνι σου, πιστῶς προσπίπτομεν, Χαῖρε κράζοντες, ἡ τὸν Χριστὸν κυήσασα, εἰς ἀνθρώπων σωτηρίαν.

Ὠιδὴ η΄. Ὁ Εἱρμός.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ω῎φθη ἡ Εἰκών σου Θεομῆτορ, ταμεῖον τῆς μητρικῆς σου ἀγαθότητος, σκεῦος τιμιώτατον, τῆς φιλευσπλαγχνίας σου, καὶ ποταμὸς θεόβρυτος, τῶν χαρισμάτων σου· Φιλέρημε διό σε ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κόσμον ἱερὸν ἡ νῆσος Ῥόδος, τὸ θεῖον τῆς σῆς Εἰκόνος ἀφομοίωμα, ἔχουσα εὐφραίνεται, καὶ πανηγυρίζουσα, πνευματικῶς Φιλέρημε, ἀνακραυγάζει σοι· Ἐλέους σου χορήγει πλουσίως, τοῖς προστρέχουσί σοι, ἀεὶ τὰς διαδόσεις.

Υ῞μνοις οἱ πιστοὶ χαριστηρίοις, νυκτί τε καὶ ἐν ἡμέρᾳ μεγαλύνομεν, τῆς κηδεμονίας σου, πρὸς ἡμᾶς Φιλέρημε, τὰς θαυμασίας χάριτας, δι᾿ ὧν παρίστασαι, ἀντίληψις ἁπάντων ἑτοίμη, καὶ παραμυθία, ἐν θλίψεσι τοῦ βίου.

Ρ῾εῖθρα δαψιλῶς τῶν ἰαμάτων, Εἰκών σου ἡ σεβασμία ἀναβλύζουσα, κρήνη ὡς πολύῤῥυτος, Δέσποινα Φιλέρημε, παθῶν ξηραίνει βόρβορον, καὶ πᾶσαν μάστιγαν, ψυχῶν τε καὶ σωμάτων ἰᾶται, ἐπ᾿ εὐεργεσίᾳ, τῶν σοὶ προσπεφευγότων.

Ὠιδὴ θ΄. Ὁ Εἱρμός.

Α῞πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. (Δίς)

Τροπάρια.

Ι῎δε εὐμενῶς, Φιλέρημε Ἄχραντε, τοὺς ἑορτάζοντας, ταύτην σου τὴν Σύναξιν, ἐν ᾗ ἐκλάμπει, λαμπρῶς ἡ χάρις σου, πνευματικῶς εὐφραίνουσα, ἡμῶν τὰ πρόσωπα, τῶν βοώντων· Χαίροις παμμακάριστε, τῶν ἀνθρώπων ταχεῖα ἀντίληψις.

Λύτρωσιν Ἁγνή, ἡ κτίσις ἀνεύρατο, τῷ θείῳ τόκῳ σου· νῦν δὲ κομιζόμενοι, χαρὰν μεγάλην, ἐκ τῆς Εἰκόνος σου, οἱ εὐσεβεῖς ὑμνοῦμέν σε, πιστῶς Φιλέρημε, ἐκβοῶντες· Χαίροις παμμακάριστε, τῶν Ῥοδίων τερπνὴ ἀγαλλίασις.

Ο῞λης ἐκ ψυχῆς, ἡ Ῥόδος δοξάζει σε, Ἁγνὴ Φιλέρημε, γέρας πολυτίμητον, τὸν χαρακτῆρα, τῆς παναχράντου σου, Μορφῆς καταπλουτήσασα, καὶ ἀνακράζει σοι· Ἔσο ῥύστης, Ἄχραντε καὶ ἔφορος, τῶν εἰς σὲ ἀφορώντων ἐκ πίστεως.

Υ῞δωρ μυστικῶς, ἐπόμβρισον ἄϋλον, τῆς εὐλογίας σου, τὰς ψυχὰς δροσίζουσα, τῶν προστρεχόντων, Μῆτερ Φιλέρημε, τῇ εὐαγεῖ Εἰκόνι σου, ἐν ᾗ δεικνύμενον, τῆς Μορφῆς σου, κάλλος τὸ οὐράνιον, τὰς αἰσθήσεις εὐφραίνει τῶν δούλων σου.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τῆς Ῥόδου ἐπαγάλλεται, ἡ περίφημος νῆσος, τὸ τίμιον ἀντίτυπον, τῆς σεπτῆς σου Εἰκόνος, ὡς θησαυρὸν κεκτημένη, δωρεῶν σου τῶν θείων, καὶ ὕμνον πρὸς ἑόρτιον, τοὺς πιστοὺς συγκαλεῖται, τῆς ὑπὲρ νοῦν, Μῆτερ εὐσπλαγχνίας σου δι᾿ ἧς πάντας, εὐεργετεῖς Φιλέρημε, τοὺς πιστῶς σε τιμῶντας.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ε᾿ν Φιλερήμου τῷ θείῳ, δεῦτε προσέλθωμεν Ναῷ, καὶ ἀρυσώμεθα ῥεῖθρα, ὑπερκοσμιῶν δωρεῶν, ἀπὸ πηγῆς ζωηφόρου, τῆς χάριτος τῆς Παρθένου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε οἱ ἐν Ῥόδῳ εὐσεβεῖς, ἐν τῆς Φιλερήμου τῷ θείῳ, συναθροισθέντες Ναῷ, τῇ Παρθένῳ ᾄσωμεν, ᾠδὴν ἑόρτιον, καὶ ψυχὰς ἐκκαθάραντες, διὰ μετανοίας, ταύτης τὸ ἐκτύπωμα, κατασπασώμεθα, ὅτι ἐξ αὐτοῦ ἀενάως, ὥσπερ ζωηφόρου ἐκ κρήνης, χάριτος πηγαὶ ἀναβλυστάνουσι.

Χαίρει Θεομῆτορ ἐπὶ σοί, καὶ πνευματικῶς ἑορτάζει, ὁ τῶν Ῥοδίων λαός, ὅτι τῆς Εἰκόνος σου, τὸ θεῖον ἔκτυπον, δοξασθὲν τῇ σῇ χάριτι, ὡς τίμιον σκεῦος, ἔχει ὦ Φιλέρημε, τῶν θαυμασίων σου. Ὅθεν Γαβριὴλ τοῦ Ἀγγέλου, πόθῳ σοι προσᾴδει τὸ Χαῖρε, τόκον σου δοξάζων τὸν σεβάσμιον.

Α῎χραντε Παρθένε ἀληθῶς, ὡς λειμὼν οὐράνιος πέλει, ὁ ἱερός σου Ναός, ἔνθα ὡς μυρίπνοον, κρῖνον Φιλέρημε, ἡ Εἰκών σου πεφύτευται, ἡ ἡγιασμένη, εὐωδίαν πνέουσα, θείαν τῆς χάριτος, καὶ εὐωδιάζουσα πάντων, τὰς ψυχὰς Ἁγνὴ τῶν ὑμνούντων, ὡς Θεοῦ Μητέρα σε ἀπείρανδρον.

Ι῎δε Θεομῆτορ ἱλαρῷ, ὄμματι ἡμᾶς τοὺς τιμῶντας, τῆς θεαυγοῦς σου Μορφῆς, Ἔκτυπον τὸ τίμιον, καὶ ὡς φιλάγαθος, ἐν χειρὶ πλουτοδότιδι, τὰς τῶν οἰκτιρμῶν σου, δωρεὰς Φιλέρημε, ἡμῖν πρυτάνευσον· σοὶ γὰρ καὶ προσπίπτομεν πάντες, καὶ εἰς σὲ τὴν πᾶσαν ἐλπίδα, τῶν ψυχῶν ἡμῶν ἀνατιθέμεθα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Θεοτόκε Παρθένε Πανύμνητε, ἐν Φιλερήμου τῷ ὄρει, ὡς ἄνασσα ἐν θρόνῳ ἐνίδρυται, ἡ σεβασμία Εἰκών σου, τῆς χάριτός σου ἐκεῖθεν ἀνατέλλουσα, τὴν μυστικὴν ἀνατολήν, καὶ πᾶσαν τὴν Ῥόδον καταυγάζουσα. Ὅθεν σήμερον οἱ πιστοί, ἐν τῷ Ναῷ τῆς δόξης τοῦ Υἱοῦ σου, συναθροισθέντες εὐλαβῶς, τὰ μεγαλεῖά σου κηρύττομεν, καὶ ὑμνοῦμέν σε ἀνακράζοντες· Χαῖρε Κεχαριτωμένη Μαρία· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, Χριστὸς ὁ Κύριος ἡμῶν, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Θεοτόκου ἡ γ΄ καὶ στ΄ Ὠιδή, ἢ τὰ Ἀντίφωνα τῆς η΄ Σεπτεμβρίου. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ η΄ τοῦ αὐτοῦ Μηνός.

Κοινωνικόν.

Τὸ πρόσωπόν σου λιτανεύσουσιν, οἱ πλούσιοι τοῦ λαοῦ. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Βρύει τῶν θαυμάτων τοὺς ποταμούς, Φιλέρημε Κόρη, ἡ Εἰκών σου ἡ εὐαγής, πληροῦσα ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς κατασπαζομένους, αὐτὴν ἐκ πίστεως.

Χαίρει ἡ Ῥοδόνησος ἐπὶ σοί, Φιλέρημε Μῆτερ, ὥσπερ χάριτος θησαυρόν, πλουτοῦσα ἐν κόλποις, τὴν θείαν σου Εἰκόνα, ἣν σκέπε ἐκ παντοίων, δεινῶν καὶ θλίψεων.

Στίχοι.
Κύριλλον σκέπε Φιλέρημε τὸν Ῥόδου,
Ὑμνολογοῦντα τὴν θείαν σου Εἰκόνα.

Πηγή: Ιερά Μητρόπολις Ρόδου



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

24ΤΡΙΤΗ
ΑΝΑΤ. 06:30ΔΥΣΗ 17:53
297-68
Άγιος Αρέθας ο Μεγαλομάρτυρας και οι «σὺν αὐτῶ», Αγία Σεβαστιανή
Άγιος Αρέθας ο Μεγαλομάρτυρας και οι «σὺν αὐτῶ», Αγία Σεβαστιανή

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Κολ. α´ 1 - 3, 6 - 11
Λουκ. ια´ 1 - 10

ΟΚΤΩΒΡΙΟΥ
2017


Εικονοστάσι

24 Οκτωβρίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


22 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
23 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
24 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
25 Οκτωβρίου 2017
Νηστεία
26 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
27 Οκτωβρίου 2017
Νηστεία
28 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα