ἈπολυτίκιονἮχος δ’. Ταχὺ προκατάλαβε.Ὡς ζεῦγος ὁμόζυγον, καὶ ξυνωρὶς θαυμαστή, Τιμόθεε πάνσοφε, καὶ Μαῦρα νύμφη Χριστοῦ, ἐνθέως ἠθλήσατε, σύμμορφοι γὰρ ὀφθέντες, τῶν παθῶν τοῦ Κυρίου, δόξης ἀκατάλυτου, ἠξιώθητε ἄμφω, πρεσβεύοντες τῷ Σωτήρι, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Ἕτερον ἈπολυτίκιονἮχος α'. Τοῦ λίθου σφραγισθέντος.Δεῦτε πάντων φιλεόρτων συστήματα, ὕμνοις τὴν σεπτὴ ξυνωρίδα ἐγκωμιάσωμεν, Τιμόθεον τὸν μέγαν ἀθλητὴν, καὶ Μαῦραν Μαρτύρων καλλονήν, ὡς τὴν πλάνην τῶν εἰδώλων εὐθαρσῶς ἀποσείσαντες. Δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον 
(Κατέβασμα)Ἦχος δ'. Ταχὺ προκατάλαβε.Τιμόθεον σήμερον σὺν τῇ συνάθλῳ πιστοί, συζύγῳ τιμήσωμεν, Μαύρᾳ τῇ νύμφῃ Χριστοῦ, τὴν τούτων γεραίροντες, εὔτολμον καρτερίαν. Οὗτοι γὰρ σταυρωθέντες, ἴχνεσι τοῦ σφαγέντος, ἠκολούθησαν πόθῳ, καὶ πάντων τὰς ἁμαρτίας, Σταυρῷ προσηλώσαντος.
Ἕτερον ἈπολυτίκιονἮχος δ'.Μαρτύρων σύλλογος νῦν εὐφραίνεται· Ἀγγέλων ἅσμασι μεγαλύνομεν την μνήμην ὑμῶν Ἅγιοι ἅπαντες μελῳδοῦντες καί πιστῶς ἐκβοῶντες, χαίροντες· τῆς Τριάδος Δυάς Μαρτύρων καί κλέος, Τιμόθεε καί Μαῦρα, ὑπέρ ἡμῶν ἀεί πρεσβεύσατε.
ΚοντάκιονἮχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκόντες, καὶ τοὺς στεφάνους ἐκ Θεοῦ εἰληφότες, ὑπὲρ ἡμῶν πρεσβεύσατε πρὸς Κύριον, μνήμην τὴν πανίερον, τὴν ὑμῶν ἐκτελούντων, μέγιστε Τιμόθεε, καὶ ἀοίδιμε Μαύρα, τοῦ εἰρηνεῦσαι πόλιν καὶ λαόν· αὐτός ἐστι γάρ, πιστῶν τὸ κραταίωμα.
Ἕτερον ΚοντάκιονἮχος δ'. Ἐπεφάνης σήμερον.Γηθοσύνως σήμερον ἡ Ἐκκλησία, εὐφημεῖ γεραίρουσα τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ· Μαῦραν Μαρτύρων τὸ ἔρεισμα, καὶ ἀριστέα, Τιμόθεον ἔνδοξον.
Ὁ ΟἶκοςΤὴν δυάδα Χριστοῦ ἀνυμνήσωμεν ὦ φιλέορτοι, τὸ θανεῖν γὰρ ὑπὲρ τὸ ζῇν διὰ Χριστὸν ἡρετίσαντο οἱ μακάριοι· τυράννων ἀπειλὰς μὴ πτοηθέντες, πυρὸς ὀδύνην, ἄρσεις τροχῶν, καὶ λεβήτων βράσματα ἀνδρικῶς καθυπέμειναν. Καὶ γενναίως τοῖς βασάνοις προσκαρτεροῦντες, συμφώνως τοῖς ἀνόμοις κατὰ Παῦλον ἔλεγον: Τίς ἡμᾶς χωρίσει τῆς τοῦ Χριστοῦ ἀγάπης;Οὐ θλίψις, οὐ στενοχωρία, οὐκ ὀδύνη, ἀλλ’οὐδ’ αὐτὸς ὁ θάνατος· διὸ σταυροῦσιν ἐπὶ ξύλου Μαῦραν Μαρτύρων τὸ ἔρεισμα, καὶ ἀριστέα Τιμόθεον ἔνδοξον
ΜεγαλυνάριονΧαίροις ὦ πανθαύμαστε ξυνωρὶς, πανσέβαστον ζεῦγος, γενναιότατοι Ἀθληταί· Τιμόθεε Μάρτυς, σὺ τῇ σεπτῇ συνάθλῳ Μαύρᾳ τῇ στεῤῥοτάτῃ, ἡμῶν τὸ καύχημα.
Ἕτερον ΜεγαλυνάριονΧαίροις συζυγία ἰσοκλεής, Τιμόθεε μάκαρ, σὺν τῇ Μαύρᾳ τῇ φωταυγεῖ· σύμφρονες γὰρ ὄντες, ἐν βίῳ καὶ ἐν ἄθλοις, καὶ τῶν βραβείων ἅμα κατηξιώθητε.
Ἕτερον ΜεγαλυνάριονΖεῦγος ἁγιόλεκτον τοῦ Χριστοῦ, ξυνωρίς ἁγία ἡ κηρύξασα τόν Χριστόν, Τιμόθεε μάρτυς, ἅμα τῇ λαμπρᾷ Μαύρᾳ, συγχώρησιν πταισμάτων ἡμῖν αἰτήσασθε.