Ἀπολυτίκιον 
(Κατέβασμα)Ἦχος πλ. δ’.Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Zώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ΚοντάκιονἮχος β’. Τὴν ἐν πρεσβείαις.Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιλαβοῦσα ἡ Zώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.
ΚάθισμαἮχος α’. Τὸν τάφον σου Σωτὴρ.Τὴν Ζώνην τὴν σεπτήν, τοῦ ἀχράντου σου σκήνους, ὑμνοῦμεν οἱ πιστοί, Παναγία Παρθένε, ἐξ ἧς ἀρυόμεθα νοσημάτων τὴν ἴασιν, καὶ κραυγάζομεν· Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σὺ ἡ λύτρωσις, τῶν σὲ τιμώντων ὑπάρχεις, Μαρία Θεόκλητε.
Ἕτερον ΚάθισμαἮχος δ’. Ἐπεφάνης σήμερον.Τῆς τιμίας Ζώνης σου τῇ καταθέσει, ἑορτάζει σήμερον, ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακράζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Ἕτερον ΚάθισμαἮχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Τὰ καταθέσια τῆς σῆς θείας Ζώνης, ἡ Ἐκκλησία σου φαιδρῶς ἑορτάζει, καὶ ἐκτενῶς κραυγάζει σοι Παρθένε Ἁγνή· Ἅπαντας περίσῳζε, τῆς ἐχθρῶν δυναστείας· θραῦσον τὰ φρυάγματα, τῶν ἀθέων βαρβάρων, καὶ τὴν ἡμῶν κυβέρνησον ζωήν, πράττειν Κυρίου τὰ θεῖα θελήματα.
Ὁ ΟἶκοςΤὶς γηγενῶν τὰ σὰ μεγαλεῖα διηγήσεται λόγος; ποία γλῶσσα βροτῶν; νοῦς γὰρ οὐδὲ οὐράνιος, ἀλλ' ἡ τεκοῦσα τῆς συμπαθείας τὸ ἀμέτρητον πέλαγος, δέξαι καὶ νῦν ἐξ ἀκάρπων χειλέων τὰ ᾄσματα, καὶ δίδου μοι θείαν χάριν, εὐφημῆσαι τὴν σὴν Ζώνην Δέσποινα, δι' ἧς κόσμος ἀγάλλεται, σὺν Ἀγγέλοις ὑμνῶν σου τὰ θαύματα, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.