Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΥΣ ΕΝ ΤΗ ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΕΙ ΔΗΜΗΤΡΙΑΔΟΣ ΔΙΑΛΑΜΨΑΝΤΑΣ ΑΓΙΟΥΣ


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΥΣ ΕΝ ΤΗ ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΕΙ ΔΗΜΗΤΡΙΑΔΟΣ ΔΙΑΛΑΜΨΑΝΤΑΣ ΑΓΙΟΥΣ



Τον παρακάτω Παράκλητικό Κανόνα, τον παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένος ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....

Εὐλογητός, Κύριε εἰσάκουσον, Θεός Κύριος καί τό τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τῆ δωδεκάτη προσεγγίζοντες ὥρα, τήν δωδεκάριθμον αἰτοῦμεν χορείαν, Μαγνησιεῖς χριστόνυμοι καί πόθω ψυχῆς, κράζομεν αἰτήματα ἡμῶν τάχει πληροῦτε, Ἅγιοι μακάριοι, οἱ ἐνταῦθα τό στέφος, τῆς ἁγιότητος λαβόντες ἐκ Χριστοῦ, ὅπως τιμῶμεν ὑμᾶς θείοις ἄσμασι.

Δόξα. Τό αυτό.

Και νῦν. Οὐ σιωπήσομεν ποτέ.

Ὁ Ν΄, μεθʼ ὅν ὁ κανών οὗ ἡ ἀκροστιχίς:

¨Δημητριάδος Ἅγιοι πρεσβεύετε Κυρίω. Ἀθανάσιος)¨.

Ὠδή α΄. Ἦχος πλ.δ΄ . Ἁρματηλάτην Φαραώ.

Δημητριάδος ὁ χορός ὁ ἅγιος, οἱ πρός Θεόν πρεσβευταί, τῶν Μαγνησιέων, οὖς ἡμῖν εὐήκοον, τείνατε καί αἰτήματα, καρδιῶν ἡμῶν πάντα, πρός τό συμφέρον πληρώσατε, ὅπως ὑμᾶς πίστει γεραίρωμεν.

Ἡ ξυνωρίς τῶν ἰατρῶν ἡ πάντομος, ἡ Ζηναΐςἡ κλεινή, σύν τῆ Φιλονίλλη, πάθη ἰατρεύσατε, τά ψυχοφθόρα ἅγιαι, καί φωτί τοῦ Δεσπότου, τά ψυχικά ἡμῶν ὄματα, θείαις ἱκεσίαις αὐγάσατε.

Μακαριότητος τρυφῶν τρισόλβιε, μή ἐπιλάθου ἡμῶν, θεῖε Βησσαρίων, ποιμενάρχα ἄριστε, καί γάρ δεσμούς τοῦ Πνεύματος, ἡ τοῦ χρόνου μακρότης, καί ἡ τῶν τόπων διάστασις, λῦσαι ἤ κινῆσαι δεδύνηνται.

Θεοτοκίον

Ἡ τήν χαράν τῶν θλιβομένω τέξασα, κόσμου παντός ἡ χαρά, ἄρον ἅπαν νέφος, ἐκ ψυχῶν σκοτόμορφον, καί εὐφροσύνης πλήρωσον, Ξενιώτισσα Κόρη, ὅπως Χριστοῦ τά προστάγματα, χαίροντες τηρῶμεν οἱ δοῦλοι σου.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Τῶ Θεῶ ἡσυχία, συναρμοσθείς ὅσιε, σύναψον Λαυρέντιε θεῖε, πάντας ἱκέτας σου, ἵνα σχολάζοντες, γνῶμεν Αὐτοῦ μυστηρίων, βάθη καί θεώσεως, τύχωμεν χαίροντες.

Ρητορεύεις ἀγλώττως, σῆ βιοτῆ ἅπασι, Συμεών τρισόλβιε πάτερ, ἀρκεῖσθαι πάντοτε, οἷς Θεός δίδωσι, καί μή μερίμνη ἀκαίρω, ἀγχεσθαι ὡς ἄπιστοι, ᾗς ρῦσαι τέκνα σου.

Ἱλεώσαις Δεσπότην, τόν ἀγαθόν ὅσιε, ὅτι καθʼ ἑκάστην ἡμέραν, πολλάκις πταίομεν, ᾦ Διονύσιε, καί μετανοίας τήν τρίβον, σκότει ἀπολώλαμεν, ὡς ἐθελότυφλοι.

Θεοτοκίον

Ἄνω νοῦν καί καρδίαν, σῶν ἱκετῶν ἔπαρον, τῶ πυρί τῆς θείας ἀγάπης, ᾦ Ξενιώτισσα, ἵνα ἐν σώματι, τά ἀσωμάτων φρονῶμεν, καί περιπολεύωμεν, ὡς οὐρανόφρονες.

Διάσωσον, από κινδύνων σούς δούλους πληθύς Ἁγίων, ὅτι σέ μετά Θεόν ἡμεῖς πεπλουτήκαμεν, ἀσάλευτον σκέπην καί προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προσδέχου Χριστέ, φωνήν δωδεκάγιον, καί χάριν σου δός, τοῖς τούτους προβάλλουσι, πρεσβευτάς πρός σέ ὡς πηγῆ πάσης δόσεως, ἵνα ὑμνῶμεν φαιδρῶς, τήν δύναμίν σου Κύριε φιλάνθρωπε.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.

Διασώσαις Γεράσιμε, ἐκ τοῦ διαβόλου μυλῶν τούς δούλους σου, γέρα θεῖα χαριζόμενος, τῆς ὀρθοπραξίας ταῖς πρεσβείαις σου.

Ὁ δαμάσας τῆ χάριτι, πάθη καί ἀθλήσει στέφος δεξάμενος, πλάνην ἄγαρ πνίγειν ὅσιε, ᾦ Δαμιανέ ἡμᾶς ἀξίωσον.

Στῆσον στίφη ἐχθρώνυμα, ὡς μαδιανίτας ποτέ ἀπώλεσε, Γεδεών ὁ σοί ὁμώνυμος, τά κατά τῶν δούλων σου ἐρχόμενα.

Θεοτοκίον

Ἀγαπῆσαι τόν Κύριον, πάντας καταξίωσον Ξενιώτισσα, καί ποιεῖν τό τούτου θέλημα, ὅπως σύν αὐτῶ ἀεί γενώμεθα.

Ὠδή ε΄. Φώτισον ἡμᾶς.

Γίνου τοῖς πιστῶς, τό μαρτύριόν σου σέβουσι, ἐν πάση βίου περιστάσει φρουρός, νεομάρτυς, ἔνδοξε Ἀπόστολε.

Ἴθυνον ἡμᾶς, πρός Κυρίου τήν ἀγάπησιν, καί πάθη στῆσον τῆ πρεσβεία σου, Δημητριάδος, κλέος ἔνδοξε Σταμάτιε.

Ὅλη σου ψυχῆ, ὡς Δεσπότη συνεσταύρωσαι, ᾦ Τριαντάφυλλε ἀξίωσον ἡμᾶς, συσταυροῦσθαι, ὅπως ζήσωμεν αἰώνια.

Θεοτοκίον

Ἴδοις τῶν ψυχῶν, ἡμῶν ἕλκη Ξενιώτισσα, καί ίκετεύσαις Σαμαρείτην τόν καλόν, θεραπεῦσαι, ταῦτα πάντα ὡς φιλάνθρωπος.

Ὠδή στ΄ Τήν δέησιν ἐκχεῶ.

Πρεσβεύσατε, τῶ Κυρίω ἅγιαι, ἰατροί καί ἰσαπόστολοι θεῖαι, ἡ Ζηναΐς, καί σεμνή Φιλινίλλα, ὑπέρ πιστῶν ἐκζητούντων τό πρόσωπον, Αὐτοῦ Ὅς πέλει κόσμου φῶς, καί ψυχῶν ἡ ζωή ἡ αἰώνιος.

Ρυπώσαντες, τό ψυχῆς άξίωμα, Βησσαρίων σέ αἰτούμαθα πρέσβυν, Μαγνησιεῖς, ὅπως ὄμβρους δακρύων, ἐξ οὐρανοῦ ἀποστείλη ὁ Κύριος, καί κάλλει τῶ πρωτογενεῖ, ἀμφιάση ἡμᾶς ὡς τόν ἄσωτον.

Ἐπάκουσον, ἱκεσίας τέκνων σου, Διονύσιε Πηλίου τό κλέος, καί καρδιῶν, τάς αἰτήσεις Δεσπότη, μεταβιβάζων μή παύση ἀείποτε, δοχεία Πνεύματος Αὐτοῦ, ἀναδεῖξαι ἡμᾶς φωτεινότατα.

Θεοτοκίον

Στερέωσον, κλονουμένους δούλους σου, Ξενιώτισσα ποικίλαις ἀνάγκαις, καί τῶ Χριστῶ ἀνατίθεσθαι πίστει, ἡμῶν ζωήν τήν παροῦσαν ἀξίωσον, μελλούσης δέ τήν μετοχήν, ἐν ἐλπίσι χρησταῖς Κόρη δώρησαι.

Διάσωσον, από κινδύνων σούς δούλους πληθύς Ἁγίων, ὅτι σε μετά Θεόν ἡμεῖς πεπλουτήκαμεν, ἀσάλευτον σκέπην καί προστασίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Δωδεκάς ἁγιώνυμε πρόσδεξε, τάς φωνάς καί δεήσεις τῶν δούλων σου, καί χορήγει, τῶν αἰτημάτων πλήρωσιν ἡμῖν, εὐχαῖς, θείαις πρός Χριστόν τόν Ἐλεήμονα Θεόν, ἵνα πόθω κραυγάζωμεν. Πάντων Μαγνησιέων, πρέσβεις οἱ χριστοφόροι, μή ἀπορρίψητε ἡμῶν, τήν ἱκέσιον παράκλησιν.

Προκείμενον. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις Αὑτοῦ.

Στίχος. Ἄσατε τῶ Κυρίω ἆσμα καινόν.

ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κατά Ματθαῖον

(ε΄ 14-17)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. ὑμεῖς ἐστε τό φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδέ καίουσι λύχνον καί τιθέασιν αὐτόν ὑπό τόν μόδιον, ἀλλ' ἐπί τήν λυχνίαν καί λάμπει πᾶσι τοῖς ἐν τῆ οἰκία. Οὕτω λαμψάτω τό φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τά καλά ἔργα καί δοξάσωσι τόν Πατέρα ὑμῶν τόν ἐν τοῖς οὐρανοῖς. Μή νομίσητε ὅτι ᾖλθον καταλῦσαι τόν νόμον καί τούς προφῆτας. Οὐκ ᾖλθον καταλῦσαι, αλλά πληρῶσαι. Ἀμήν γάρ λέγω ὑμῖν, ἕως ἄν παρέλθη ὁ οὐρανός καί ἡ γῆ, ἰῶτα ἕν ἤ μία κεραία οὐ μή παρέλθη ἀπό τοῦ νόμου ἕως ἄν πάντα γένηται. Ὅς ἐάν λύση μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καί διδάξη οὕτω τούς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῆ βασιλεία τῶν οὐρανῶν. Ὅς δ' ἄν ποιήση καί διδάξη, οὗτος μέγας κληθήσεται ἐν τῆ βασιλεία τῶν οὐρανῶν.

Δόξα. Ταῖς τῶν σῶν Ἁγίων.

Καί νῦν. Ταῖς τῆς Θεοτόκου.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με...

Και το προσόμοιον.

Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Πᾶσαν ἁγιάσαντες, περιοχήν Μαγνησίας, και νῦν παριστάμενοι, τῶ Χριστῶ μακάριοι ἱκετεύσατε, ἀσθενείας σώματος καί ψυχῆς τραύματα, ἰατρεῦσαι ὡς φιλάνθρωπος, χάριν δε Πνεύματος δοῦναι ἡμῖν πόθω προσπίπτουσιν, ὅπως αὐτοῦ δοξάσωμεν, τό πανυπερύμνητον Ὄνομα, καί τῆς ἀθανάτου, ζωῆς καί παραδείσου τῆς χαρᾶς, ἐπιτευξώμεθα Ἅγιοι, πρέσβεις ἡμῶν τίμιοι.

Σῶσον ὀ Θεός τόν λαόν σου...κ.λ.π.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βεβλημένους εἰς λαύραν, παιρασμῶν ἀκουσίων και ἑκουσίων τε, Λαυρέντιε θεόφρον, ἐξάγαγε σούς δούλους, δρόσον θείαν δωρούμενος, ὅπως ὑμνῶμεν Χριστόν, εἰς πάντας τους αἰῶνας.

Ἐπερίσσευσε Πάτερ, Συμεών μονοχῖτον κακή προαίρεσις και τοῦ καλοῦ Δεσπότου, προστάγματα τά θεῖα, οὐ ποιοῦμεν οἱ τάλανες, ὅθεν ὀλίσθου κακοῦ, ἐξάρπασον εὐχαῖς σου.

Ὑλικῶν προσπαθείας, ὡς ἀνώτερος πάτερ φανείς Γεράσιμε, άξίωσον σούς δούλους, τοῦ Πνεύματος δυνάμει, ἐκζητεῖν τά αἰώνια, ἵνα Χριστόν τον Θεόν, ὑμνῶμεν εὐγνωμόνως.

Θεοτοκίον

Ἔχοντές σε Παρθένε, καταφύγιον σκέπην και πύργον ἄσειστον, μορφῆς σου θεῖον τύπον, ἐν πόθω προσκυνοῦμεν, ἀγαθή Ξενιώτισσα, ὅπως φανῆς ἀρωγός, ἐν ὥρα τῆς ἀνάγκης.

Ὠδή η΄. Τον Βασιλέα.

Τέλη παράσχου, χριστιανά σοῖς ἱκέταις, ὡς Δεσπότην Δαμιανέ δοξάσας θεία σου ἀσκήσει, και ἄθλοις μαρτυρίου.

Ἐσκοτισμένους, ἐξ ἀμελείας τρισμάκαρ, Γεδεών φωτίσαις σαῖς πρεσβείαις, ὅπως πορευθῶμεν, ὁδόν τήν τοῦ Κυρίου.

Κρῖνον εὐῶδες, τοῦ παραδείσου ὤν μάρτυς, ἁμαρτίας την κακοσμίαν πόρρω, δίωξον σῶν δούλων, Ἀπόστολε τρισμάκαρ.

Θεοτοκίον

Ὕψωσον χεῖρας, ᾦ Ξενιώτισσα Κόρη, πρός Δεσπότην και τούτω ἅρμοσόν με, οὗπερ ἀνοήτως, τῆ πράξει ἐξενώθην.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Ρῦσαι σούς συντοπίτας, νεομάρτυς θεῖε, ἐξ ἐπηρείας ἐχθροῦ καί κακώσεως, τήν ἄθλησίν σου τιμῶντας, ᾦ Τριαντάφυλλε.

Ἰδού προβάλλομέν σε, σύν λοιποῖς Ἁγίοις, Δημητριάδος Ἁγίων παράκλησιν, καί σού ἐλέους τήν χάριν, ἡμῖν κατάπεμψον.

Θεοτοκίον

Ἀρχή καί τέλος πέλεις, πάσης ὑμνωδίας, Μαγνησιέων Ἁγνή Ξενιώτισσα, οὕς ταῖς εὐχαῖς σου ἐμπλήσαις, τῆς θείας χάριτος.

Ἄξιόν ἐστι...καί τά

Μεγαλυνάρια

Τῶν Ἁγίων πάντων τόν ὀρμανθόν, τήν Δημητριάδα, ἁγιάζοντα δαψιλῶς, δεῦτε μετά πόθου, πιστοί καί χαρμοσύνης, Χριστόν δοξολογοῦντες, ἐγκωμιάσωμεν.

Χαίροις αὐταδέλφων δυάς σεπτή, καί κλεινῶν παρθένων, Φιλονίλλα καί Ζηναΐς, Παύλου κορυφαίου, αἱ συγγενεῖς τήν σάρκα, καί τῆς Δημητριάδος, αἱ ἰσαπόστολοι.

Ἀρχιερωσύνης βύσσον λαμπρῶς, θεῖε Βησσαρίων, ένεδύθης παρά Θεού, καί Δημητριάδος, τήν ποίμνην ὁδηγήσας, προς μίμησιν Κυρίου, νῦν χαίρεις ἄληκτα.

Χαίρετε Πηλίου οἱ ἀσκηταί, σύν τῶ Λαυρεντίω, Διονύσιε θαυμαστέ, Συμεών ὁ θεῖος, Γεράσιμε παμμάκαρ, τήν Μαγνησίαν πᾶσαν, οἱ ἁγιάζοντες.

Ὦ Νεομαρτύρων πεντάς κλεινή, ὁ Δαμιανός τε, καί φιλόθεε Γεδεών, ἅμα Σταματίω, καί θείω Ἀποστόλω, ὁ Τριαντάφυλλός τε, πάντοτε χαίρετε.

Ταῖς πρεσβείες Κύριε σῆς Μητρός, τῆς Ξενιωτίσσης, καί Ἁγίων πάντων χοροῦ, τῶν Δημητριάδα, ἐνθέως φωτιζόντων, φυλάττοις τόν λαόν σου, ἐκ πάσης θλίψεως.

Τρισάγιον κτλ. ὡς συνήθως.

Εἰς δέ τήν Ἀπόλυσιν.

Προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.

Ὦ Ἁγίων θεία δωδεκάς, τῶν Μαγνησιέων τό κλέος, καί πρός Χριστόν πρεσβευταί, τοῦτον ἱλεώσατε ἡμῖν τιμίαις εὐχαῖς, ὅπως πλῆθος τό ἄμετρον, πταισμάτων παρίδη, κατασφαλιζόμενος ἀπό ὁρμῆς τοῦ ἐχθροῦ, πάντας δ' ἀξιώση σωθῆναι, καί κατατρυφῆσαι τῆς δόξης, τῆς ἐπουρανίου ὡς φιλάνθρωπος.

Δέσποινα πρόσδεξαι. Τήν πᾶσαν ἐλπίδα μου.

Δι' εὐχῶν.

Μητρός πρωτοτόκων Σιών ἐστέ τέκνα,

ἥν καί ἡμᾶς εὔχεσθε, Ἅγιοι, φθάσαι.

Πηγή: Ιερά Μητρόπολις Δημητριάδος και Αλμυρού



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

24ΤΕΤΑΡΤΗ
ΑΝΑΤ. 05:44ΔΥΣΗ 19:05
144-221
Απόδοση της εορτής του Πάσχα, Όσιος Συμεών ο Θαυμαστορείτης, Όσιος Κυριακός εξ Ευρύχου Κύπρου
Απόδοση της εορτής του Πάσχα, Όσιος Συμεών ο Θαυμαστορείτης, Όσιος Κυριακός εξ Ευρύχου Κύπρου

ΜΑΪΟΥ
2017


Εικονοστάσι

24 Μαΐου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


21 Μαΐου 2017
Επιτρέπονται όλες οι τροφές
22 Μαΐου 2017
Επιτρέπονται όλες οι τροφές
23 Μαΐου 2017
Επιτρέπονται όλες οι τροφές
24 Μαΐου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
25 Μαΐου 2017
Επιτρέπονται όλες οι τροφές
26 Μαΐου 2017
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος
27 Μαΐου 2017
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα