Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Παρακλητικός Κανόνας στον Άγιο Νικόλαο τον εν Βουνένοις


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΝΙΚΟΛΑΟΝ ΤΟΝ ΝΕΟΝ ΤΟΝ ΕΝ ΒΟΥΝΕΝΟΙΣ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


Ὁ Ἱερεύς· Εὐλογητός ὁ Θεός...
Ὁ ἀναγνώστης· Ἀμήν.

Ψαλμός ρμβ΄ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, και ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, και ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι προς σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Το πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τους ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.

Ἦχος δ΄ .

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, και ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν...

Στίχ. Πάντα τά ἔθνη ἐκύκλωσάν με, και τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν...

Στίχ. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν..

Ἦχος δ΄ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Ασκητικῶς εὐαρεστήσας Κυρίῳ, ἀθλητικῶς τόν σόν ἐτέλεσας βίον, Ὁσιομάρτυς Ἅγιε Νικόλαε. Ὅθεν τούς προσπίπτοντας, τῷ Σεπτῷ Σου Λειψάνῳ, και ἐξαιτουμένους σου, τήν θερμήν προστασίαν, πάσης ἀνάγκης λύτρωσαι σοφέ, και νοσημάτων, παντοίων καί θλίψεων.

Δόξα. τό αυτό. Καί νῦν. Θεοτοκίον.

0ὐ σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρύσσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50).

Ελέησόν με ὁ Θεός κατ’ τό μέγα ἔλεός σου, και κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας· τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι· πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν και εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, και πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με.Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὁ κανών οὗ ἡ ἀκροστιχίς.

«Νίκην ἡμῖν Νικόλαε δίδου. Γερασίμου».


Ὠδή α΄ . Ἦχος πλ. δ΄ . Ὑγράν διοδεύσας.

Νικήσας δολίου τάς μηχανάς, Νικόλαε μάκαρ, ἐκνικῆσαι τάς χαλεπάς αὐτοῦ καθ’ ἡμῶν ἐπινοήσεις, ταῖς σαῖς πρεσβείαις ἡμᾶς ἐνδυνάμωσον.

Ιάματα βλύζει ποταμηδόν, ἡ θεία σου Θήκη, ἐνεργείᾳ τῇ θεϊκῇ, καί νέμει παθῶν τήν θεραπείαν, τοῖς προς αὐτήν προσιοῦσι Νικόλαε.

Καθάρας τό σῶμα καί τήν ψυχήν, παθῶν ἀκαθάρτων, τῇ τοῦ Πνεύματος δωρεᾶ, χαράν καί εἰρήνην καί ὑγείαν, δίδου ἡμῖν Ἀθλοφόρε Νικόλαε.

Θεοτοκίον.

Η τέξασα Λόγον τόν τοῦ Θεοῦ, ἀπερινοήτως,τῇ οὐσίᾳ τῇ καθ’ ἡμᾶς ἐκ πάσης ὑλώδους προσπαθείας, Θεογεννῆτορ ἡμᾶς ἐλευθέρωσον.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Νοσημάτων παντοίων, ρύμην δεινήν Ἅγιε,παύεις τῶν πιστῶς προσιόντων, τῇ προστασίᾳ σου, ἐξ ὦν με λύτρωσαι, Ὁσιομάρτυς Κυρίου, καί πταισμάτων αἴτει μοι, θεόθεν ἄφεσιν.

Η ἁγία σου Θήκη, ἁγιασμόν βλύζουσα, πάντας ἁγιάζει Ἁγίου, Πνεύματος χάριτι, ᾗ καταφεύγοντες, χαρᾶς πληρούμεθα θείας, καί δεινῶν ρυόμεθα, πόνων Νικόλαε.

Μέγας ὤφθης προστάτης, καί ἀρωγός ἕτοιμος, τῶν εἰλικρινῶς προσιόντων, τῇ ἀντιλήψει σου, διό βοῶμεν σοι· Μεγάλων θλίψεων ρύου, Ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον.

Ιησοῦ τόν Σωτῆρα, καί Ποιητήν τέξασα, πλούτῳ εὐσπλαγχνίας λαβόντα, ἐκ σοῦ τόν ἄνθρωπον,Κόρη Πανάμωμε, αὐτόν δυσώπει σωθῆναι, τους ὡς Θεοτόκον σε, πίστει δοξάζοντας.

Διάσωσον Ὁσιομάρτυς Νικόλαε πάσης βλάβης, τούς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

πίβλεψον ἐν εὐμενείᾳ...

Αἴτησις καί τό Κάθισμα.

Ἦχος β΄ . Πρεσβεία θερμή.

Ασκήσας καλῶς, ἐν τοῖς Βουνένοις Ἅγιε, ἐχθρόν δυσμενῆ, ἀθλητικῶς κατέβαλες, οὗ τῆς κακίας λύτρωσαι, τούς προστρέχοντας πόθῳ τῇ σκέπῃ σου, καί ἐν εἰρήνῃ κυβέρνησον ἡμᾶς, τῷ θείῳ θελήματι Νικόλαε.

Ὠδή δ΄ . Εἰσακήκοα Κύριε.

Νεκρωθέντας τοῖς πάθεσι, τῇ ζωοποιῷ πρεσβείᾳ σου ἔγειρον, τούς προστρέχοντας Νικόλαε, τῇσῇ ἐκ Θεοῦ πλουσίᾳ χάριτι.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῖς ἀθλητικοῖς σου σκάμμασιν Ἅγιε, διά τοῦτο δυσωποῦμέν σε, ἐκ φθορᾶς τόν νοῦν ἡμῶν ἀνύψωσον.

Ιατρεῖον ἀδάπανον, τό σεπτόν σου Λείψανον ἔχοντες Ἅγιε, πάσης νόσου καί κακώσεως, τάχος ἐκλυτρούμεθα Νικόλαε.

Θεοτοκίον.

Καθαρᾶς πολιτείας με, νῦν ἐπιλαβέσθαι Κόρη ἀξίωσον, ὡς ἄν πάσης καθαρότητος, τούς καρπούς προσάξω τῷ Θεῷ ἡμῶν.

Ὠδή ε΄ . Φώτισον ἡμᾶς.

Ομβρησον ἡμῖν, ταῖς πρεσβείαις σου Νικόλαε, οἰκτιρ-μῶν τῶν θεϊκῶν τόν γλυκασμόν, τοῖς παθῶν ἐν τῇ πικρίᾳ δεινῶς στένουσι.

Λέοντα δεινόν, τόν ἀόρατον Νικόλαε, ὠρυόμενον ἀπαύστως καθ’ ἡμῶν, κατασύντριψον τῇ ράβδῳ τῆς σῆς χάριτος.

Αστρον φαεινόν, ἐξ Ἑώας ὡς ἀνέτειλας, πρίν τά Βούνενα ἐλάμπρυνας σοφέ, νῦν τάς Θήβας ἁγιάζεις τῷ Λειψάνῳ σου.

Θεοτοκίον.

Εχουσα Ἁγνή, συμπαθείας πλοῦτον ἄπειρον, κατοικτείρησον ἡμᾶς καί συνοχῆς, συμπτωμάτων θλιβερῶν τάχος ἀπάλλαξον.

Ὠδή στ΄ . Τήν δέησιν.

Δυνάμει τῇ θεϊκῇ ἀριστεύσας, δι’ ἀθλήσεως ἐν ὄρει Βουνένων, ὡς βοηθός τοῖς ἐν Θήβαις ἐπέστης διά τοῦ θείου Λειψάνου σου Ἅγιε, ὁ ὡς θησαύρισμα σεπτόν, Ἐνορία σου ταύτη κατέχουσα.

Ιλέῳ,ἴδε ἐν ὄμματι Μάρτυς, τούς ἑστώτας τῷ Σεπτῷ Σου Λειψάνῳ καί δίδου τούτοις ψυχῶν καί σωμάτων, Ὁσιομάρτυς Νικόλαε ἴασιν, ὡς εἰληφώς παρά Θεοῦ, τῶν θαυμάτων τήν θείαν ἐνέργειαν.

Δαιμόνων, ἀποδιώκων τήν ρύμην, ἀσθενείας χαλεπάς ἰατρεύεις, καί τόν λεπρόν ἐκ τῆς λώβης καθαίρεις, καί τήν ὑγείαν παρέχεις τοῖς χρῄζουσι, Νικόλαε θαυματουργέ, τῶν ἐν Θήβαις πιστῶν αγαλλίαμα.

Θεοτοκίον.

Ολόφωτε, τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστάς θείας δόξης, Παρθενομῆτορ Ἁγνή Θεοτόκε, τήν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, ἐκκάθαρον καί φωταυγές, τοῦ Υἱοῦ σου ἀνάδειξον σκήνωμα.

Διάσωσον Ὁσιομάρτυς Νικόλαε πάσης βλάβης,τούς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

χραντε ἡ διά λόγου τόν Λόγον...

Αἴτησις καί τό Κοντάκιον.

Ἦχος β΄ . Τοῖς τῶν αἱμάτων σου.

Εκ τῆς Ἑώας ἐκλάμψας Νικόλαε, καταπυρσεύεις ἡμᾶς θείαις χάρισι, διό ὡς σεπτόν ἱλαστήριον, τό Σόν Ὑπέρτιμον Λείψανον ἔχοντες, λαμβάνομεν χάριν καί ἔλεος.

Προκείμενον.

Δικαίος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ἀπό τῶν ἀνθρώπων…

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...

Καί νῦν. Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον.

Ἦχος πλ. β΄ . Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησόν με ὁ Θεός...

Νίκην ἦρας ἔνθεον, κατά παθῶν καί δαιμόνων, Ἅγιε Νικόλαε, πόνοις τῆς ἀσκήσεως και ἀθλήσεως, καί διπλοῦν εἴληφας, στέφανον ἀξίως,διά τοῦτο ἐκβοῶμέν σοι·Ἡμᾶς ἐνίσχυσον, πάσας ἐκνικῆσαι τοῦ δράκοντος, ἐπιβουλάς μακάριε, ρῶσιν καί ὑγείαν καί ἴασιν, ἅπασι παρέχων,καί ἄφεσιν πταισμάτων ἐκ Θεοῦ, Ὁσιομάρτυςτοῖς σπεύδουσι, ταῖς σαῖς ἀντιλήψεσι.

Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τόν λαόν σου...

Ὠδή ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.

Υπό σοῦ ἐξ Ἑώας, ὁ νοσῶν πάλαι ἄρχων καθοδηγούμενος, ἐπέστη ἐν Βουνένοις, εὑρών δε τό σόν σῶμα, ἐξιάθη τῆς μάστιγος, ἴασαι οὖν Ἀθλητά, κἀμέ πικρᾶς ὀδύνης.

Γνοῦς τήν σήν Μάρτυς χάριν, ὁ ρυσθείς ἐκ τοῦ πάθους τῇ ἀντιλήψει σου, ναόν σοι ἀνεγείρει, ναόν οὖν κἀμέ δεῖξον, θεομάκαρ Νικόλαε, τῆς ἐπινοίας Θεοῦ, θερμῇ σου ἐπισκέψει.

Ενεργοῦσα ἀπαύστως, ἡ σκηνοῦσα τῇ Κάρᾳ σου χάρις ἄνωθεν, ἰάματα ποικίλα, τελεῖ ἐν Βυζαντίῳ, καί παρέχει τοῖς χρήζουσι, Νικόλαε θαυμαστέ, τάς θεοσδότους δόσεις.

Θεοτοκίον.

Ρυπουμένην ἀθλίως, τήν καρδίαν μου Κόρη γνώμῃ ἀγνώμονι, ἀπόπλυνον τοῦ ἄγους, καί σύνεσίν μοι δίδου, τοῦ ποιεῖν τά ἐντάλματα, τοῦ σοῦ Υἱοῦ καί Θεοῦ, ἵνα σε μακαρίζω.

Ὠδή η΄ . Τόν Βασιλέα.

Ανδρος ἡ νῆσος, τῇ παναγίᾳ σου Κάρᾳ, ἁγιάζεται Νικόλαε θεόφρον, ὅθεν καί κηρύττει,τά θαύματά σου Μάρτυς.

Σωμάτων δίδου, καί τῶν ψυχῶν θεραπείαν,τοῖς προστρέχουσι τῷ σῷ Σεπτῷ Λειψάνῳ ὁ ἡ θείᾳ χάρις, ἐδόξασε πλουσίως.

Ιδέ ὑψόθεν, τούς ἐν ψυχῇ κατωδύνῳ ἐκζητοῦντάς σου τήν θείαν προστασίαν, καί τάς τούτων πλήρου, Νικόλαε αἰτήσεις.

Θεοτοκίον.

Μῆτερ Κυρίου, Θεοχαρίτωτε Κόρη, τῶν τοῦ ὄφεως ἐκτόπων νοημάτων, ρῦσαι τήν ψυχήν μου, καί σῶσόν με Παρθένε.

Ὠδή θ΄ . Κυρίως Θεοτόκου.

Ο Μάρτυς ἐν Ὁσίοις, Νικόλαε μάκαρ, δυσχερειῶν τῶν τοῦ βίου ἀπάλλαξον, τούς τήν σεπτήν σου πρεσβείαν αἰτοῦντας Ἅγιε.

Υσσώπῳ μετανοίας, Νικόλαε μάκαρ, τήν ρυπωθείσαν καρδίαν μου κάθαρον, καί πρός ὁδόν τήν εὐθεῖαν ἀεί ὁδήγει με.

Υπέρ τῶν σέ ὑμνούντων πάντοτε δυσώπει, τον ἐλεήμονα Κύριον Ἅγιε, πᾶσι διδόναι ἀπαύστως τό θεῖον ἔλεος.

Θεοτοκίον.

Υπέραγνε Μαρία, Κεχαριτωμένη, χαρίτωσόν μου καί νοῦν καί διάνοιαν, τοῖς μητρικοῖς οἰκτιρμοῖς σου ἵνα δοξάζω σε.

Τό Ἄξιόν ἐστι καί τά μεγαλυνάρια.

Χαίροις τῆς Ἑώας θείος βλαστός, ὁ ἀνδραγαθήσας, ἐν Βουνένοις περιφανῶς, χαίροις, ὁ τάς Θήβας ἀπαύστως ἁγιάζων, Νικόλαε παμμμάκαρ τῇ θεία Θήκη σου.

Δεῦτε ἐφημήσωμεν οἱ πιστοί, τόν ἐκ της Ἐώας ἐξαστράψαντα ἀθλητήν, φύλακα καί ρύστην ἐνοριτῶν ἁπάντων Νικόλαον τόν Νέον, Χριστοῦ τόν Μάρτυρα.

Ανθος τῆς νεότητος παριδών, καί ρέουσαν δόξαν, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις, καί ἄθλοις μαρτυρίου, Νικόλαε ἐντεῦθεν λαμπρῶς δεδόξασαι.

Τῷ νοσοῦντι ἄρχοντι ἐποφθείς, ὑπέδειξας τούτῳ ποῦ τό σκῆνός σου τό σεπτόν, ὅ εὑρών παμμάκαρ, τήν θεραπείαν εὗρε, κηρύττων σου τήν χάριν, Μάρτυς Νικόλαε.

Δέδοται τῇ Ἄνδρῳ ὡς θησαυρός, πολύτιμος μάκαρ, ἡ ἁγία σου κεφαλή, ἥν περικυκλοῦντες, λαμβάνομεν ἐκ ταύτης, ἁγιασμόν καί ρῶσιν, Μάρτυς Νικόλαε.

Χαίροις τῶν Βουνένων λύχνος λαμπρός, και τῆς Βοιωτίας, λαμπαδοῦχος ὁ φαεινός, τῆσδεἘνορίας, Ὁσιομάρτυς κλέος καί πρός Χριστόν μεσίτης, θερμός Νικόλαε.

Εχων παρρησίαν πρός τόν Χριστόν, πρέσβευε ἀπαύστως, πάσης ρύεσθαι συμφορᾶς,τούς τήν ἄθλησίν σου, Νικόλαε τιμῶντας, και ἀπεκδεχομένους, τήν θείαν χάριν σου.

Τοῦ Ἁγίου Ἐφραίμ

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· Χαίροις τῶν Μαρτύρων ὁ ζηλώσας τήν ἀρετήν. Χαίροις ὁ ἐν ὄρει Ἀμώμων διαπρέψας Ἐφραίμ Ὁσιομάρτυς, διπλοῖς ἐν σκάμμασι.

Τῶν Βοιωτῶν Αγίων

Σεραφείμ, Νικήταν, Ροῦφον, Λουκάν, Κλήμεντα, Ρηγίνον, Καλοκτένην τε Γερμανόν, καί σύν Μελετίῳ, Λουκάν πνευματοφόρον ως Βοιωτῶν προστάτας ὕμνοις γεραίρομεν. (Ποίημα Χ. Μπούσια)

Πᾶσαι τῶν Αγγέλων...

Τό τρισάγιον, και το Ἀπολυτίκιον Ἁγίου Νικολάου τοῦ Νέου

Ἦχος α΄ Τῆς ἐρήμου.

Εξ Ἐῴας ἐκλάμψας, ἐν Βουνένοις ἠγώνισαι Νικόλαε Παμμάκαρ ἐναθλήσας στερρότατα. Διό καί δοξασθείς παρά Χριστοῦ, θαυμάτων ἀναβλύζεις δωρεάς τοῖς προστρέχουσι τῷ λειψάνῳ σου τῷ σεπτῷ, Ὁσιομάρτυς ἔνδοξε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, Δόξα τῷ Σέ στεφανώσαντι, Δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν ἰάματα.

Η ἐκτενής και ἡ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τό ἑξῆς.

Ἦχος β΄ . Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασία, καί εὐφημοῦντάς σε, Ἅγιε Νικόλαε, Ὁσιομάρτυς Χριστοῦ, καί τό Θείον Σου Λείψανον κατασπαζομένους, σκέπε καί διάσωζε, ἐκ πάσης θλίψεως, λύων συμφορῶν τον χειμῶνα, καί πικρῶν λυτρούμενος πόνων, ταῖς πρός τόν Δεσπότην ἱκεσίαις σου.

Δέσποινα πρόσδεξαι...

Τήν πᾶσαν ἐλπίδα μου...

Δίστιχον.

Νικητήν Νικόλαε παθῶν με δεῖξον

Γεράσιμον σπεύδοντα τῇ σῇ πρεσβείᾳ.



Πηγή: Ιερός Ενοριακός Ναός Αγίου Νικολάου του Νέου



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

25ΚΥΡΙΑΚΗ
ΑΝΑΤ. 05:44ΔΥΣΗ 19:16
176-189
Αγία Φεβρωνία, Όσιος Διονύσιος κτήτορας της Μονής Τιμίου Προδρόμου Αγίου Όρους, Άγιος Προκόπιος που μαρτύρησε στη Σμύρνη, Άγιος Γεώργιος ο εν Κρήνη
Αγία Φεβρωνία, Όσιος Διονύσιος κτήτορας της Μονής Τιμίου Προδρόμου Αγίου Όρους, Άγιος Προκόπιος που μαρτύρησε στη Σμύρνη, Άγιος Γεώργιος ο εν Κρήνη

ΙΟΥΝΙΟΥ
2017


Εικονοστάσι

25 Ιουνίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


25 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
26 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
27 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
28 Ιουνίου 2017
Νηστεία
29 Ιουνίου 2017
Επιτρέπονται όλες οι τροφές
30 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος
1 Ιουλίου 2017
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα