Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Ακολουθία Πάντων των Νεοφανών Μαρτύρων τῶν μετά τήν ἅλωσιν τῆς Κωνσταντινουπόλεως μαρτυρησάντων


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





Ακολουθία Πάντων των Νεοφανών Μαρτύρων
Τῶν μετά τήν ἅλωσιν τῆς Κωνσταντινουπόλεως μαρτυρησάντων, ὧν τινες οἱ ὀνομαστότεροι ἐνταῦθα περιέχονται, καί ὅτε τις βούλεται τήν μνήμην τούτων ἐπιτελείτω.

Αγίου Νικοδήμου του Αγιορείτου


Την παρακάτω Ακολουθία, την παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένη ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.
῾Ιστῶμεν στίχους δ΄. καί ψάλλομεν Στιχηρά Προσόμοια.


῏Ηχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέφος φαεινότατον, τήν τοῦ Χριστοῦ ᾽Εκκλησίαν, πᾶσαν ἐπεσκίασε, τῶν Νεομαρτύρων νῦν, καί ἐφαίδρυνεν, ἀρετῶν λάμψεσι, καί ταῖς τῆς ἀθλήσεως, καλλοναῖς λίαν ἐκάλλυνε, καί κατελάμπρυνε, ταῖς ἐκ τῶν ἀγώνων λαμπρότησι, βασάνων δέ τοῖς στίγμασι, νοητῶς αὐτήν κατεκόσμησε ταῖς δέ τῶν θαυμάτων, ἀκτῖσί τε καί αἴγλαις νοητόν, τῇ οἰκουμένῃ ἀνέδειξεν, οὐρανόν πολύφωτον.
Ἴχνεσιν ἑπόμενοι, τοῖς τῶν ἀρχαίων οἱ νέοι, ἀθληταί ἐνήθλησαν, καί λαμπρῶς ἠρίστευσαν, οἱ ἀήττητοι, ἐκ παντός τάγματος, καί Χριστόν ἐκήρυξαν, καί τοῦ πάθους ἐκοινώνησαν, αὐτοῦ οἱ ἔνδοξοι, καί βραβεῖα νίκης ἀπέλαβον, καί δόξης ἠξιώθησαν, καί στεφανηφόροι παρίστανται, τῷ ἀστέκτῳ θρόνῳ, σύν δήμοις τῶν ᾽Αγγέλων καί χοροῖς, τῶν συμμαρτύρων καί ἅπασι, τοῖς δικαίων τάγμασι.
Καλλίνικοι μάρτυρες, τῆς ᾽Εκκλησίας ἡ νέα, βάσις καί ἀσφάλεια, τοῦ Εὐαγγελίου τε, ἡ ἐκπλήρωσις, τῶν πιστῶν καύχημα, ἀσεβούντων ὄνειδος, τοῦ Σωτῆρος οἱ τά ρήματα, ἔργῳ τελέσαντες, καί τά θεῖα τούτου παθήματα, τρανῶς ἐξεικονίσαντες, διά πολυτρόπων κολάσεων, καί παθῶν παντοίων, μαστίγων καί ἀγχόνης καί πυρός, ξεσμῶν καί ξίφους δεήθητε, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ἡ γῆ οὐ κατέκρυψεν, ἀλλ' οὐρανός ἐπαξίως, ὑμᾶς ὑπεδέξατο, καί λαμπρῶς ἐδόξασε Νεομάρτυρες, καί τερπνῶς ἥνωσε, τοῖς ᾽Αγγέλων τάγμασιν, ᾽Αποστόλων προφητῶν ὁμοῦ, καί τῶν ὁσίων τε, καί τῶν ἀθλησάντων τό πρότερον μεθ' ὧν νῦν ἀγαλλόμενοι, καί φωτός ἀρρήτου πληρούμενοι, μέμνησθε ἀπαύστως, ἡμῶν νῦν ἐτησίως ἐν ᾠδαῖς, ἡμῶν τιμώντων τήν σύναξιν, τήν ἀειμακάριστον.
Δόξα. ῏Ηχος πλ. Δ΄.
Φωστῆρες νοητοί ἐξανέτειλαν πᾶσιν ἡμῖν οἱ θεῖοι τοῦ Χριστοῦ Νεομάρτυρες, ἀπλανῶς ὁδηγοῦντες πρός τάς εὐθείας τρίβους, τῶν σωτηρίων αὐτοῦ ἐντολῶν τῷ γάρ τῆς αὐτῶν ἀληθοῦς μετανοίας φωτί, καί τῆς ἀκριβοῦς τῶν θείων νόμων τηρήσεως φωτιζόμενοι, τῆς τε πρός τόν Χριστόν ὑπερεξόχου ἀγάπης, τήν θείαν χάριν ἐν ἑαυτοῖς εἰσοικίζομεν, καί τό μέγα ἔλεος κομιζόμεθα, παρά Θεοῦ ταῖς ψυχαῖς ἡμῶν.
Καί νῦν. Θεοτοκίον. ῾Ο αὐτός.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Εἰς τόν Στίχον.
῏Ηχος πλ. Β΄. Αἱ ἀγγελικαί.

Ὅλη παμφαής, τῶν μαρτύρων ἡ χορεία τῶν Νεοφανῶν, δίκην ἄστρων σελασφόρων, λαμπρά ὑπάρχει ὅλη, ταῖς τῶν ἄθλων λαμπρότησιν, ὅλη τῶν ἀγώνων ταῖς ἀκτῖσι, φαιδρά ὑπέρ ἥλιον τυγχάνει, ὅλη πέφυκεν, ἀστραπηβόλος τούς πιστούς, ἐνθέως φωτίζουσα.
Στίχος: Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ῥώμῃ θαυμαστῇ καί ἀνδρείᾳ ἀηττήτῳ, στίφη τῶν ἐχθρῶν, κατετρόπωσε γενναίως, μαρτύρων νέα φάλαγξ, τροπαιοῦχος παράταξις, τάγμα ἱερώτατον καί θεῖον, δῆμος θεοσύλλεκτος ῾Αγίων, οὕς ὑμνήσωμεν, ὡς στρατιώτας τοῦ Χριστοῦ, καί πίστεως φύλακας.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Ὄντως ἀθληταί, τήν ἀσύγκριτον ἀγάπην, πρός τόν λυτρωτήν ἐπεδείξασθε προθύμως, δι' ὅ ὑμᾶς οὐ θλίψεις, οὐ λιμοί οὐδέ κίνδυνοι, ταύτης ἐκχωρίσαι κατά Παῦλον οὐ πῦρ οὐδέ ξίφος οὐδέ βρόχοι, ἠδυνήθησαν, οὐδέ ἐξώσεις ὀφθαλμῶν, οὐ τέλος ὁ θάνατος.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Ὕψιστε Θεέ, Πάτερ Λόγε καί τό Πνεῦμα, οἴκτειρον ἡμᾶς, εὐπροσδέκτοις ἱκεσίαις τῆς θείας νεολαίας, τῶν Μαρτύρων φιλάνθρωπε, τῶν ἐν τῷ σταδίῳ παρρησίᾳ, μόνον ἀληθῆ Θεόν τῶν ὅλων, κηρυξάντων σε, καί τήν ἀρρήτως ἐκ μητρός, τοῦ Υἱοῦ ἐνσάρκωσιν.
Απολυτίκιον. ῏Ηχος γ: Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιάν πλάνην. Ζήτει ἐν τῷ Μεγάλῳ ῾Εσπερινῷ.
Δόξα. Καί νῦν. Θεοτοκίον. Καί Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ.
Μετά τόν Προοιμιακόν. Ψάλλομεν τό, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η' καί ψάλλομεν Στιχηρά Προσόμοια Νικοδήμου Μοναχοῦ.
῏Ηχος α: ῎Ω τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος! ἐν ὑστέροις καιροῖς, ἐκλάμπουσι Μάρτυρες, καί πλάνης τόν σκοτασμόν ἀποδιώκουσιν ἡ πίστις Χριστιανῶν, νῦν ἀνυψοῦται καί πίπτει, ἀσέβεια῾ ἀγάλλονται οἱ πιστοί, καί ἑορτήν συγκροτοῦσι παγκόσμιον, τῶν νεοφανῶν βοῶντες, Μαρτύρων τό καύχημα, καί βραβεῖον καί νίκη, σύ ὑπάρχεις παντοδύναμε. (Δίς).
Βαβαί τῶν σῶν θαυμασίων Χριστέ! ὧν περί τόν α Κλῆρον, τόν σόν ἄρτι ἔδειξας! τό γένος τό ἀσθενές νῦν ἐθριάμβευσε, τῶν δυνατῶν τάς ἀρχάς, καί ἐξουσίας τοῦ σκότους ὡς γέγραπται νεοφανεῖς ἀθληταί, τοῖς παλαιοῖς παραβάλλονται Μάρτυσιν, ἔν τε τῇ ὁμολογίᾳ τῇ στερρᾷ τῆς πίστεως, ἐν βασάνων ἰδέαις, ἐν σημείοις τε καί θαύμασιν.
Ὑμῶν τιμῶσι τήν ἅλυσιν, ᾽Αγγέλων αἱ τάξεις, καί ῾Αγίων σύλλογοι, καί πάντων φιλομαρτύρων τά συστήματα δοξάζεται ὁ Χριστός, καί οἱ τῆς πλάνης προστάται αἰσχύνονται. ᾽Ασπάζεται ἡ Τριάς, τούς ἑαυτοῖς ἱερούς Νεομάρτυρας, καί κατακοσμεῖ στεφάνοις, καί συνάπτει Μάρτυσι, παλαιοῖς καί δοξάζει, Οἰκουμένης εἰς τά πέρατα.
῞Ετερα Προσόμοια.
῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσι.
Φιλεόρτων συστήματα, πανταχόθεν συνδράμετε, καί κοινήν πανήγυριν συγκροτήσατε ἰδού γάρ νέοι ἐφάνησαν, Μάρτυρες ἐν πέρατι, γενεᾶς τῆς καθ' ἡμᾶς, προμηθείᾳ τοῦ κρείττονος οἱ κηρύξαντες, τήν ὀρθόδοξον πίστιν ἐν σταδίῳ, καί τούς ῎Αγαρ ἀπογόνους, κακῶς φρονοῦντας ἐλέγξαντες. (Δίς).
Τούς τῆς πίστεως φύλακας, καί τῆς πλάνης τούς ἄνθρακας, τούς Χριστόν δοξάσαντας ἐν τοῖς μέλεσι, τοῖς ἑαυτῶν καί βαστάσαντας, αὐτοῦ σεπτά στίγματα, καί ἀγγέλοις, καί βροτοῖς, χρηματίσαντας θέατρον, εὐφημήσωμεν, τούς στερρούς Νεομάρτυρας Κυρίου, ἱεραῖς ἐν ὑμνῳδίαις, τῶν ὀρθοδόξων τό πλήρωμα.
Τῷ πυρί ἐκκαιόμενοι, τῆς Χριστοῦ ἀγαπήσεως, ὡς τρυφάς τά βάσανα, ἐλογίσασθε ὡς ἁπαλά ρόδα μάστιγας πῦρ ὡς αὔραν ἔνδροσον, ὡς Παράδεισον εἱρκτήν τά δέ ξίφη ὡς στέφανον, καί τόν θάνατον, ὡς ζωήν κατησπάσασθε γλυκεῖαν Νεομάρτυρες Κυρίου ὅθεν ὑμᾶς μακαρίζομεν.
Δόξα. ῏Ηχος πλ. Β΄.
Νεοφανεῖς ἀστέρες σήμερον, ἐν τῷ τῆς ᾽Εκκλησίας ἀνέτειλαν στερεώματι, οὐκ ἀποτροπαίους ἐκβάσεις, ἀλλ' ἀγαθῶν ἐπιρροάς τῇ οἰκουμένῃ μηνύοντες, ἅπαντες οἱ μετά τήν ἅλωσιν τῆς βασιλίδος, πολλαχοῦ γενόμενοι Χριστομάρτυρες. Δεῦτε οὗν φιλέορτοι πάντες, χρεωστικῶς αὐτοῖς προσείπωμεν λέγοντες χαίρετε, τῆς ὀρθοδόξου πίστεως οἱ χρηματίσαντες ἀνακαίνισις, καί τῆς ἀσεβείας τῶν ᾽Αγαρηνῶν ἡ κατάργησις χαίρετε, τῆς ᾽Ανατολικῆς ᾽Εκκλησίας ἡ δόξα, καί ἑτεροδόξων ἡ ἀναφαίρετος καταισχύνη χαίρετε, οἱ τύποι γενόμενοι ὑπομονῆς τοῖς πιστοῖς, καί τοῦ διά Χριστόν ἀθλεῖν ἐν καιρῷ τῷ προσήκοντι πάριτε μέσον ἡμῶν νοερῶς, τῶν δεινῶν ἐκλυτρούμενοι, καί πρεσβεύετε ἀπαύστως ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν· ὁ αὐτός.
Τίς μή μακαρίσει σε, Παναγία Παρθένε; Τίς μή ἀνυμνήσει σου τόν ἀλόχευτον τόκον; Ὁ γάρ ἀχρόνως ἐκ Πατρός ἐκλάμψας Υἱός μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεός ὑπάρχων, καί φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτόν ἱκέτευε, σεμνή Παμμακάριστε, ἐλεηθῆναι τά ψυχάς ἡμῶν.

Εἴσοδος. Τό· Φῶς ῾Ιλαρόν.

Μετά δέ τό Προκείμενον τῆς ἡμέρας τά Αναγνώσματα.

Προφητείας ῾Ησαἵου τό Ανάγνωσμα.
(μγ' 9)
Τάδε λέγει Κύριος· Πάντα τά ἔθνη συνήχθησαν ἅμα, καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, καί δικαιωθήτωσαν, καί ἀκουσάτωσαν, καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καί ἐγώ μάρτυς, Κύριος ὁ Θεός, καί παῖς μου ὅν ἐξελεξάμην· ἵνα γνῶτε καί πιστεύσητέ μοι, καί συνῆτε ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καί μετ' ἐμέ οὐκ ἔσται. ᾽Εγώ εἰμι ὁ Θεός, καί οὐκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. ᾽Εγώ ἀνήγγειλα καί ἔσωσα ὠνείδισα, καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ῾Υμεῖς ἐμοί μάρτυρες, καί ἐγώ μάρτυς, λέγει Κύριος ὁ Θεός. ῎Ετι ἀπ' ἀρχῆς ἐγώ εἰμι, οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω, καί τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος ᾽Ισραήλ.

Σοφίας Σολομῶντος τό Ανάγνωσμα.
(γ' 1).
Δικαίων ψυχαί ἐν χειρί Θεοῦ, καί οὐ μή ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καί ὡς ὁλοκάρπωμα θυσίας προδέξατο αὐτούς· καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καί κρατήσουσι λαῶν, καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τό Ανάγνωσμα.
(ε' 16)
Δίκαιοι εἰς τόν αἰῶνα ζῶσι, καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν, καί ἡ φροντίς αὐτῶν παρά ῾Υψίστῳ· διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας, καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τόν ζῆλον αὐτοῦ, κςί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾽Ενδύσεται θώρακα, δικαιοσύνην, καί περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτονΛήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν, εἰς ρομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. ᾽Αγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλείσουσιν ἀποτόμως. ᾽Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καί ὡς λαῖλαψ ἐκλικμήσεις αὐτούς, καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία, καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὖν βασιλεῖς, καί σύνετε· μάθετε δικασταί περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καί γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν, καί ἡ δυναστεία παρά ῾Υψίστου.

Εἰς τήν Λιτήν. ῏Ηχος α΄.
Εὑφραίνου ἡ ᾽Ανατολική ᾽Εκκλησία, εὐφροσύνην τήν ἐν Θεῷ. ᾽Αγάλλου καί χόρευε, ἡ ἐκλεκτή νύμφη τοῦ Χριστοῦ καί οἷα φιλόπαις μήτηρ, ὡς δύω φιλτάτους υἱούς, τούς παλαιούς καί τούς νέους σου Μάρτυρας, ἐν ἀμφοτέραις ταῖς ἀγκάλαις βαστάζουσα, προφητικῶς τῷ νυμφίῳ σου Χριστῷ ἀναβόησον ἰδού ἐγώ καί τά παιδία, ἄ μοι ἔδωκας Κύριε, ἅ διά τῆς χάριτός σου πνευματικῶς γεννήσασα, καί γάλακτι εὐσεβείας ἐκθρέψασα, τελείους ὑπέρ τοῦ ὀνόματός σου ἀνέδειξα Μάρτυρας πρόσδεξαι οὖν τά αἵματα αὐτῶν, ὡς θυσίαν εὐάρεστον, καί ἵλεως ἐπ' ἐμοί γεγονώς, τῆς κατεχούσης με δουλείας, καί πάσης αἱρέσεως ἐλευθέρωσον, ἥν τῷ τιμίῳ σου ἐξηγόρασας αἵματι.
῏Ηχος β'.
Τῷ Χριστῷ δι' ἀγάπης συγκεκραμένοι, καλλίνικοι Νεομάρτυρες, καί τοῦτον ἔνοικον διά τῆς πίστεως φέροντες, καί ὑμεῖς ἐν Χριστῷ ἐνηθλήσατε, καί ὁ Χριστός ἐν ὑμῖν, καί δι' ὑμῶν ἤθλησεν, ὡς κεφαλή τά τῶν μελῶν, οἰκεῖα τά ὑμέτερα πάθη, καί τόν θάνατον λογιζόμενος· ὑμεῖς γάρ τά ὑστερήματα τῶν παθῶν τούτου ἀνεπληρώσατε· ὅθεν τά λείψανα ὑμῶν, δαιμόνων φυγαδευτήρια, καί παντοίας νόσου λυτήρια γίνονται, ὡς ἐν τῇ ἑνώσει τῶν παθῶν τοῦ Κυρίου τετιμημένα· ἅ πιστῶς προσκυνοῦντες, δεόμεθα πρεσβεύειν ἀπαύστως ὑπέρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος γ'.
Εἴ τις εὐφημία καί ἔπαινος· εἴ τινες ἐγκωμίων τρόποι, καί τέχναι καί μέθοδοι, ὑμῖν δικαιότατα πρέπουσι, στερρότατοι νεομάρτυρες· ὑπό τόν ζυγόν γάρ τῆς δουλείας στενάζοντες, ἐλεύθεροι τῇ πίστει ἐδείχθητε, καί ὑπέρ Χριστοῦ, καί τῆς ᾽Ορθοδόξου λατρείας, πεῖραν πολλῶν ὑποστάντες βασάνων, κατά διαφόρους καιρούς καί τόπους· ὁ μέν διά ξίφους· ὁ δέ δι' ἀγχόνης· ὁ δέ διά πυρός, καί ἄλλος δι' ἄλλου, τό μακάριον τέλος ἐδέξασθε. Καί νῦν, ἐν οὐρανοῖς τοῖς παλαιοῖς συγχορεύετε Μάρτυσι, καί σύν αὐτοῖς πρεσβεύετε ὑπέρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος δ'.
Βασιλεῖς καί ἱερεῖς τῷ Θεῷ, κατά τό γεγραμμένον, ἐχρηματίσατε, ἱεροί Νεομάρτυρες, διά τῆς στερροτάτης ἡμῶν ἀθλήσεως· βασιλεῖς μέν, ὡς κατά τῶν παθῶν τῆς σαρκός, καί κόσμου, καί κοσμοκράτορος βασιλεύσαντες· ἱερεῖς δέ ὡς ἑαυτούς τῷ Θεῷ, ἱερεῖα καθαρά προσαγαγόντες καί σφάγια. Καί νῦν τῷ βασιλεῖ καί ἱεράρχῃ Χριστῷ ἐν οὐρανοῖς παριστάμενοι, πρεσβεύσατε ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. ῏Ηχος πλ. Δ΄.
Ἔχει μέν ἐν οὐρανοῖς, τῶν μακαρίων ἡ πληθύς, προσθήκην χαρᾶς, τά ἄὒλα ὑμῶν πνεύματα, μεγάλαθλοι Νεομάρτυρες· ἔχοντες δέ ἡμεῖς ἐπί γῆς, οἱ τῆς σαρκός δέσμιοι, τά ὑλικά ὑμῶν λείψανα, πνευματικῆς εὐφροσύνης πληρούμεθα τόν ἁγιασμόν ψυχῶν καί σωμάτων, καί τήν θεραπείαν τῶν παθῶν, ἐξ αὐτῶν ἀρυόμενοι· καί εὐχαρίστως τῷ Χριστῷ ἀνακράζομεν· δόξα σοι Κύριε, τῷ καί ἐν τῇ καθ' ἡμᾶς αἰχμαλώτῳ γενεᾷ, νέους ἀναδείξαντι μάρτυρας, εἰς στηριγμόν τῆς πίστεως· εἰς παραμυθίαν τῆς αἰχμαλωσίας, καί σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Εἰς τόν Στίχον.
῏Ηχος πλ. Α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις Νεομαρτύρων πληθύς, Θεοῦ τοῦ ζῶντος, ἡ γενναία παράταξις, ἡ πλάνην καταβαλοῦσα, ᾽Αγαρηνῶν ἀνδρικῶς, καί Χριστοῦ τήν πίστιν ἀνυψώσασα· τά ἄνθη τά πνέοντα, εὐωδίαν τήν ἄρρητον· νέοι κομῆται, ᾽Εκκλησίας στερέωμα οἱ αὐγάσαντες, καί τήν γῆν οὐρανώσαντες· αὖραι αἱ ζωηρόταται, πιστούς ἀναψύχουσαι, λιποθυμοῦντας καθ' ὥραν, ὑπό ζυγόν τῆς ἁλώσεως· Χριστόν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τό μέγα ἔλεος.
Στίχος: Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις Νεομαρτύρων πληθύς· τῆς ᾽Εκκλησίας τά νεόδμητα φρούρια· οἱ κύκλοι πασῶν χαρίτων, αἱ ἀπαρχαί τῆς ἡμῶν, γενεᾶς καί χίδρα τά νεόδρεπτα. Θεῷ προσαγόμενα, τῷ Δεσπότῃ τῆς φύσεως· νέαι θυσίαι, αἱ τερπναί, καί θεάρεστοι· οἱ παθήματα, τοῦ Χριστοῦ μιμησάμενοι· ὄμβροι οἱ νεοστάλακτοι, αἱμάτων τοῖς ρεύμασι, πλάνην βυθίσαντες ῎Αγαρ, καί μαρανθεῖσαν ποτίσαντες, τήν ἔνθεον πίστιν· ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τό μέγα ἔλεος,
Στίχος: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν, ὁ Κύριος.
Χαίροις Νεομαρτύρων πληθύς· πιστῶν ἡ δόξα, καί χαρά καί καλλώπισμα· οἱ πάντων, ἀρνησιχρίστων, ὑπογραμμοί θαυμαστοί· ὁ στρατός ὁ νέος τοῦ παντάνακτος· χορός νεοσύλλεκτος· τά νεόσφακτα πρόβατα, συνειλεγμένα, ἀπό χρόνων ἁλώσεως· οἱ τῆς πίστεως, πρόμαχοί τε καί φύλακες· πρέσβεις οἱ ἀκαταίσχυντοι· οἱ χρόνοις μέν ἔσχατοι, καί παλαιοί τοῖς βασάνοις· ὑπομονῆς στῆλαι ἔμψυχοι, Χριστόν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τό μέγα ἔλεος.
Δόξα. ῏Ηχος δ΄.
Σήμερον ἔαρ νοητόν, ἐν χειμῶνι μέσῳ τῆς τυραννικῆς αἰχμαλωσίας, τῇ οἰκουμένῃ ἐπέλαμψεν, οὐχ ὑπό μιᾶς χελιδόνος, ἀλλ' ὑπό ὀγδοήκοντα καί πρός, Νεομαρτύρων συνιστάμενον. Δεῦτε οὖν φιλέορτοι, καί φιλοθεάμονες, εἰς τά Μαρτύρια αὐτῶν, ὡς εἰς λειμῶνας πολυειδεῖς εἰσελθόντες, τά ψυχικά ἡμῶν αἰσθητήρια ἑστιάσωμεν· καί ἴδωμεν ἐκεῖ παντοδαπά εἴδη ἀνθέων, ἄρτι τῶν καλύκων προκύψαντα· ποικίλα τῇ ὄψει, εὔοσμα τῇ ὀσφρήσει· ἀμάραντα τῷ χρόνῳ, καί πάντα βεβαμμένα τῷ ἐρυθρῷ τοῦ αἵματος χρώματι· καί πρός Χριστόν βοήσωμεν. Κύριε, ὁ νεωστί ταῦτα φυτεύσας, ταῖς πρεσβείαις αὐτῶν, τοῦ αἰωνίου ἔαρος τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς ὡς φιλάνθρωπος.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ἐκ παντοίων κινδύνων τούς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον. ῏Ηχος γ΄. Θείας πίστεως.
Νέοι Μάρτυρες, παλαιάν πλάνην, καταστρέψαντες, ὕψωσαν πίστιν, τῶν ᾽Ορθοδόξων, καί στερρῶς ἠγωνίσθησαν τήν γάρ ἀνόμων θρησκείαν ἐλέγξαντες, ἐν παρρησίᾳ Χριστόν ἀνεκήρυξαν, Θεόν τέλειον. Καί νῦν ἀπαύστως πρεσβεύουσι, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Σέ τήν μεσιτεύσασαν τήν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῷ σαρκί γάρ τῇ ἐκ σοῦ προσληφθείσῃ ὁ Υἱός σου καί Θεός ἡμῶν, τό διά Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Καί Απόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Μετά τήν α' Στιχολογίαν. Κάθισμα.
῏Ηχος α'. Τόν τάφον σου Σωτήρ.
Ὡς ἥλιοι λαμπροί, ἐν νυκτί τῆς δουλείας ὡς ἄγκυραι στερραί, ἐν καιρῷ τρικυμίας, ἐδείχθητε τοῖς πέρασιν, ἱεροί Νεομάρτυρες, ὑπανάπτοντες, πιστούς πρός θείαν ἀγάπην καί στηρίζοντες, σαλευομένας καρδίας, πρός πίστιν τήν ἔνθεον.
Δόξα. ῞Ομοιον.
Ἀθλήσαντες στερρῶς, ὑπέρ πίστεως θείας, ἐσχάτοις ἐν καιροῖς, Νεομάρτυρες πάντας πρός δόξαν τε καί αἴνεσιν, τοῦ Θεοῦ διεγείρατε, τοῦ νευρώσαντος, τήν ἀσθενῆ ὑμῶν φύσιν, καί δοξάσαντος, ἐπί τῆς γῆς καί ἐν πόλῳ, ποικίλοις χαρίσμασι.
Καί νῦν. Θεοτοκίον.
Ὁ μέγας ἐν σμικρῷ, Κόσμος τοῦ κοσμοπλάστου· σύ πέλεις Μαριάμ, κορωνίς χρησμῶν θείων· βυθός ὁ ἀνερμήνευτος, ἀκενώτου κενώσεως· ἐξεικόνισμα, τῆς ἀρχικῆς εὐπρεπείας, θεοσφράγιστος, βίβλος τῶν θείων κριμάτων· πηγή χαριτόβρυτος.
Μετά τήν β' Στιχολογίαν. Κάθισμα.
῏Ηχος δ΄. Κατεπλάγη ᾽Ιωσήφ.
Κατεπλάγησαν ὑμῶν, τήν ἀριστείαν ἀθληταί· τῶν ᾽Αγγέλων οἱ χοροί, καί ᾽Ορθοδόξων ἡ πληθύς· πῶς μετά σώματος πάσχοντες φθειρομένου, ἀσάρκους δυσμενεῖς ἐνικήσατε. Καί ῎Αγαρ ἀπογόνους ἠσχύνατε· καί εὐχαρίστως κράζουσι τόν αἶνον, Δόξα σοι Κύριε δόξα σοι, τῷ ἐν ὑστέροις, χρόνοις γενέσθαι, εὐδοκήσαντι Μάρτυρας.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Ἀπειρόγαμε ῾Αγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τόν ἁπάντων τήν πνοήν, περιλαμβάνοντα χερσί; φράσον ἡμῖν τόν λόγον τοῦ Μυστηρίου σου· πανάληθες ἐστί τοῦτο ὦ ἄνθρωπε· καί παῦσαι ἐρευνῶν τό ἀκατάληπτον, ὕψος καί βάθος, μῆκος καί πλάτος, τῆς ἀπειράνδρου λοχείας μου· νικᾷ γάρ ταῦτα, ἔννοιαν πᾶσαν, ᾽Αγγέλων καί τῶν ἀνθρώπων.
Μετά τόν Πολυέλεον. Κάθισμα.
῏Ηχος γ΄. Τήν ὡραιότητα.
Τούς Νεομάρτυρας, πάντες τιμήσωμεν, τούς καταργήσαντας, πλάνην τήν βάρβαρον, καί τήν ὀρθόδοξον Χριστοῦ, πίστιν ἀνακηρύξαντες, πρός αὐτούς κραυγάζοντες· ἀπό πάσης κακώσεως, ἡμᾶς ἐκλυτρώσασθε, τούς ἐκ πόθου γεραίροντας, ὑμῶν τήν πανσεβάσμιον μνήμην, ἐν ἱεραῖς ὑμνολογίαις.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Κατατιτρώσκει με, βέλος γλυκύτατον, τῆς ἀγαπήσεως, τῆς σῆς πανύμνητε καί ἀναγκάζει με πικρῶς, βοᾶν σοι εὐλογημένη χαίροις ἡλιόμορφε, βασιλέως παλάτιον χαῖρε στῦλε πύρινε, καί νεφέλη ὁλόφωτε. Χαῖρε τοῦ οὐρανοῦ καί γῆς θαῦμα. Χαῖρε ἁπάντων ὑπερτέρα.
Οἱ Ἀναβαθμοί, τό α΄. Ἀντίφωνον, τοῦ δ΄ ἤχου.
Προκείμενον:

Θαυμαστός ὁ Θεός ἐν τοῖς ῾Αγίοις αὐτοῦ.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αύτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον
᾽Εκ τοῦ κατά Λουκᾶν.
(ιβ΄ 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, καί ὁ υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δέ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καί πᾶς ὅς ἐρεῖ λόγον εἰς τόν υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δέ εἰς τό ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ῞Οταν δέ προσφέρωσιν ὑμᾶς ἐπί τάς συναγωγάς καί τάς ἀρχάς καί τάς ἐξουσίας, μή μεριμνᾶτε πῶς ἤ τί ἀπολογήσησθε, ἤ τί εἴπητε· τό γάρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῆ, ὥρᾳ ἅ δεῖ εἰπεῖν.
Ὁ Ν' Ψαλμός (χῦμα).
Εἶτα· Ἦχος β΄.

Δόξα Πατρί καί Υἱῷ, καί ῾Αγίῳ Πνεύματι. Ταῖς Νεομαρτύρων, πρεσβείαις ᾽Ελεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. ᾽Αμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ᾽Ελεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: ᾽Ελεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.
Καί τό ᾽Ιδιόμελον. ῏Ηχος β΄:
Τῷ πρωτομάρτυρι Χριστῷ τῷ Θεῷ, σύν τοῖς παλαιοῖς Μάρτυσιν ἀμέσως ἐν οὐρανοῖς παριστάμενοι, πολύαθλοι Νεομάρτυρες, στολῇ λευκῇ τῆς μακαρίας δόξης κατακοσμεῖσθε, ἐν μέν τῇ δεξιᾷ χειρί τόν Σταυρόν, ἐν δέ τῇ ἀριστερᾷ ὄρπηκα κατέχοντες φοίνικος, σύμβολον νίκης, ἥν κατά τῶν τυραννούντων ἐστήσατε· καί ἐπί κεφαλῆς, στέφανον φοροῦντες βασιλικόν, καί ἀμάραντον· θεοί οὖν Θεῷ, καί βασιλεῖς Βασιλεῖ, τῷ κατά φύσιν οἱ κατά χάριν, ἑνούμενοί τε καί εἰς αἰῶνας συμβασιλεύοντες, πρεσβεύσατε ἀπαύστως ὑπέρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων ὑμῶν τά μνημόσυνα.
Κανών εἷς τῆς Θεοτόκου, οἷον βούλει, εἰς ς΄. Καί τῶν Νεομαρτύρων εἰς η΄.
ᾨδή α: ῏Ηχος πλ. Δ΄.
Ἁρματηλάτην Φαραώ.
Τριάς μονάς τε, καί μονάς Τρισήλιε, τόν σκοτισθέντα μου νοῦν, φώτισον ἐν γνώσει, καί τήν γλῶτταν τράνωσον, τήν ρυπαράν καί ἄμουσον· ὅπως μέλψω ἀξίως κατά στοιχεῖον καί ὄνομα, τούς σούς ἱερούς Νεομάρτυρας.
Αἰνῶ αἰσίως, ᾽Αγγελῆν τόν ἔνδοξον, καί μουσικόλαλον, τόν ἐξ Ἀτταλείας, μέλπω ᾽Αθανάσιον, τόν θύτην Παντοκράτορος· καί ὁμόπατριν τούτῳ, ἄλλον τιμῶ ᾽Αθανάσιον, σύν ᾽Αναστασίῳ τῷ Βούλγαρῃ.
Τό Νικαέων εὐκλεές καλλώπισμα, ὁ ᾽Αθανάσιος καί Θεσσαλονίκης, οἱ βλαστοί ᾽Αλέξανδρος· καί θεῖος ᾽Αθανάσιος, καί Ναυπλίου τό κλέος, ὁ ἔνδοξος ᾽Αναστάσιος, καί ὁ ῎Αχμεδ Κάλφας τιμάσθωσαν.
Θεοτοκίον.
Σύ πρωτουργός, πασῶν χαρίτων πλήρωμα, ἐκ τῆς Τριάδος ῾Αγνή, δεχομένη τοῦτο, πᾶσι νέμεις ἄχραντε, δι' ὅ σου ἡ πανεύφημος, ᾽Ακυλίνα τῷ πόθῳ, καί ᾽Αργυρή ἡ πανθαύμαστος, ἤθλησαν στερρῶς μέχρις αἵματος.
Καταβασία. Ἀνοίξω τό στόμα μου.
᾽Ωδή γ'. Οὐρανίας ἁψῖδος.
Ἀναστάσιος θεῖος, ὁ ἱερεύς ᾄδεται, καί τῶν ᾽Αθηναίων, τό εὖχος στερρός ᾽Αντώνιος, καί ᾽Αναστάσιος, ὁ ἐξ ᾽Αγκύρας τιμᾶται, καί Βελλᾶς Αὐξέντιος τό θεῖον βλάστημα.
Γαβριήλ Βυζαντίου, τόν εὐκλεῆ πρόεδρον, σύν τῷ Γαβριήλ τῷ Σερβίας, Γαβριήλ ἕτερον, ὁσιομάρτυρα, σύν Γεωργίῳ γεραίρῳ, μεθ' ὧν καί Γεώργιον Φιλαδελφείας βλαστόν.
Καί Γεώργιον ἄλλον, ἀνευφημῶ Κύπριον, καί τόν ἐν σοφίᾳ γεραίρω θεῖον Γεώργιον, καί τόν ἀθλήσανα ἐν Μαγνησία νομίμως, ἀνυμνῶ Γεώργιον τόν ἀξιάγαστον.
Θεοτοκίον.
Νύμφη ὤφθης ὡραία, Θεοῦ Πατρός ἄχραντε· τοῦ Υἱοῦ δέ μήτηρ θυγάτηρ δέ Πνεύματος· κατοικητήριον, τῆς ἀρχιφώτου Τριάδος· ὅλης τῆς θεότητος ἔμψυχον τέμενος.
Καταβασία. Τούς σούς ὑμνολόγους.
Κάθισμα. ῏Ηχος πλ. Δ΄. Τήν σοφίαν καί λόγον.
Τῶν λειψάνων αἱ θεῖαι ὑμῶν σοροί, ἰατρεῖα ὑπάρχουσι θαυμαστά· ἀπόδειξις ἔμψυχος, τῆς ὀρθῆς ἡμῶν πίστεως· καί θησαυροί παντοίων, θαυμάτων κοσμόπλουτοι· κροκοβαφῆ καί ἄσηπτα, πυξία τοῦ πνεύματος· τῶν ἐπουρανίων, ἀρωμάτων φιάλαι, νικῶσαι κιννάμωμον, μύρον νάρδον καί κάλαμον, καί τῆς γῆς τά ἀρώματα· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, ἡμῖν τοῖς πόθῳ τιμῶσιν, ὑμᾶς Νεομάρτυρες.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Μυριώνυμον ἅρμα τό τοῦ Δαβίδ· πορφυρόστρωτος κλίνη τοῦ Σολομών· τόμος Θεοχάρακτος, ῾Ησαΐου καί ἔμψυχος· σκηνή τοῦ Μωσέως· καί τεῖχος ἀδάμαντος, σύ τοῦ ᾽Αμώς ὑπάρχεις. Λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου· Δανιήλ τε τό ὄρος, πυξίον κροκόλευκον. ᾽Αββακούμ καί τό ἔξοχον· προφητῶν πάντων λάλημα· πρέσβευε τῷ σῷ Υἱῷ καί Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σεβομένοις ἐν πίστει τόν ἄσπορον τόκον σου.
ᾨδή δ΄. Σύ μου ἰσχύς.
Δαμασκηνός, ὁ ἱερεύς χαίρων ἤθλησε· καί ὡς ρόδον, νέον ὁ Δημήτριος, Φιλαδελφέων ἡ καλλονή, ἔφη καί σύν τούτῳ, ὁ τορναράτος Δημήτριος· καί Δῆμος ὁ ἐν Σμύρνῃ, εὐκλεῶς μαρτυρήσας καί πολλά ἐκτελέσας θαυμάσια.
Δαμασκηνός, Δαμιανός τε οἱ ὅσιοι, σύν τῷ θείῳ, στέφους ἠξιώθησαν Διονυσίῳ ἀθλητικοῦ, καί ὁ ἐκ τῆς Λέσβου, Δούκας ἀθλήσας δεδόξασται, σύν τῷ ἐν Βυζαντίῳ, ἀθλητῇ Δημητρίῳ, τά βραβεῖα τῆς νίκης δεξάμενοι.
Ὕμνοις τιμῶ, Κορίνθου τόν ᾽Αρχιποίμενα, Ζαχαρίαν, καί Ζώρζην τόν ῎Ιβηρα, τόν ἐν τῇ Λέσβῳ καί σύν αὐτῷ, ἄλλον Ζαχαρίαν, τόν ἐκ τῆς ῎Αρτης ἀνθήσαντα, ᾽Ηλίαν τε σύν τούτοις, τόν ᾽Αρδούνην γεραίρω, τούς κλεινούς τοῦ Χριστοῦ Νεομάρτυρας.
Κέδρος στερρά, ταῖς ἀντιπνοίαις ἀκλόνητος, τῶν βασάνων ὁ νέος Θεόδωρος, τῆς Βυζαντίδος σεπτός βλαστός, ὤφθη καί σύν τούτῳ, ἄλλος Θεόδωρος Λέσβιος, καί Θεοφάνης ἅμα, μοναζόντων τό κλέος, καί Θεόφιλος Χίου ὁ ἔφορος.
Θεοτοκίον.
Νέος ᾽Αδάμ, ἀντί τοῦ πάλαι γεγέννηται, ὁ Υἱός σου, σύ δέ Μῆτερ ἄχραντε, ἀντί τῆς Εὔας ὁ δέ Σταυρός, ἀντί γνωστοῦ ξύλου, ὁ Γαβριήλ ἀντί ὄφεως ἀντί ᾽Εδέμ ὁ πόλος ἡ χαρά ἀντί λύπης, ὤ καλῶν θημωνία ἀντίστροφος!
Καταβασία. Τήν ἀνεξιχνίαστον θείαν βουλήν.
ᾨδή ε'. ῞Ινα τί με ἀπώσω.
Γλῶσσα πᾶσα γεραίρει, τόν ὁσιομάρτυρα θεῖον ᾽Ιάκωβον· καί τόν τούτου μύστην, καί διάκονον ἄλλον ᾽Ιάκωβον· καί τόν ᾽Ιορδάνην Τραπεζουντίων μέγα εὖχος, τούς Χριστόν ἐν τοῖς ἄθλοις δοξάσαντας.
Τίς αἰνεῖν οὐκ ὀφείλει, τῶν ᾽Ιωαννίνων τό κάλλιστον βλάστημα, θεῖον ᾽Ιωάννην; καί κλεινόν Σοσταβίας ἀγλάϊσμα ἄλλον ᾽Ιωάννην, καί μετά τούτων καί σύν τούτοις, Κουλικᾶν ᾽Ιωάννην τόν ἔνδοξον.
Βυζαντίδος τό κλέος, τέκτων ᾽Ιωάννης ὑμνείσθω ἐν ᾄσμασι· καί ὁ Θάσου γόνος, ᾽Ιωάννης ἀκέστης αἰνείσθω μοι, καί ὁ τῆς Δακίας, σεπτός βλαστός ἀνευφημείσθω, ᾽Ιωάννης οἱ τρεῖς χαριτώνυμοι.
Θεοτοκίον.
Κέντρον ὤφθης χαρίτων· σφαῖρά τε πολύαστρος θεοχαρίτωτε· τῶν ζωδίων κύκλος, δι' οὗ μέσου διέβη ὁ ῞Ηλιος, τῆς δικαιοσύνης, καί τῆς φρικτῆς οἰκονομίας, τήν περίοδον πᾶσαν ἐπλήρωσεν.
Καταβασία. ᾽Εξέστη τά σύμπαντα.
ᾨδή ς΄. Τήν δέησιν ἐκχεῶ.
Ὁ ναύκληρος ᾽Ιωάννης ἄξιος, ἀληθῶς ᾠδῆς ὑπάρχει μυρίας· καί ὁ στερρός ᾽Ιωάννης ὁ μεῖραξ, ἄλλος δειχθείς Μακκαβαῖος ἐν χάριτι· λαλεῖται δέ καί σύν αὐτοῖς, ᾽Ιωάννης Βουλγάρων τό καύχημα.
Ὁ ὅσιος ᾽Ιωάσαφ ἤθλησε, καί ἠρίστευσε νομίμως σύν τούτῳ, ὁ ᾽Ιωσήφ, ἐκ Συρίας ὑπάρχων· καί ὁ τῆς χάριτος κήρυξ ὁ ἔνθεος, ὁ ἔνδοξος φημί Κοσμᾶς, ὁ διπλῷ καλλυνόμενος στέμματι.
Ἀγάλματι παρθενίας ἔπαινος, ἅπας πρέπει τῇ παρθένῳ Κυράννῃ, Κυπριανῷ, τῷ ὁσίῳ καί πάνυ, τόν Μαρτυρίου ἀνύσαντι δίαυλον· καί Ρώσσῳ δέ τῷ ἱερεῖ, Κωνσταντίνῳ πᾶς αἶνος ἐπάξιος.
Θεοτοκίον.
Θεόγλυπτος ἀνδριάς Πανάχραντε, καί εἰκών ἀρχετυπίας τῆς θείας· καί θησαυρός, ἀνεξάντλητος θείων, ἀπαυγασμάτων ὑπάρχεις Θεόνυμφε· σκοπός ὁ ἐπινοηθείς, πρό αἰώνων τῷ Κτίστῃ τῆς κτίσεως.
Καταβασία. Τήν θείαν ταύτην.
Κοντάκιον.
῏Ηχος α΄. Τόν τάφον σου Σωτήρ.
Ἀγάλλου μυστικῶς, ἡ Χριστοῦ ᾽Εκκλησία, ὁρῶσα σούς υἱούς, Νεομάρτυρας κύκλῳ, τραπέζης σου καί βήματος, ἱσταμένους ἐν κόνεσιν, ὡς νεόφυτα, τῶν ἐλαιῶν καί τῷ Κτίστῃ ἀνακραύγαζε· σύ τῶν Μαρτύρων ὑπάρχεις, Χριστέ τό στερέωμα.
Ὁ Οἶκος.
Ἀεί μέν, καί ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καί θαυμάζειν τῆς περί ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ προνοίας τά ἀνεξιχνίαστα κρίματα, οὐχ ἦττον δέ, καί ἐπί τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου γένους τυραννικῇ αἰχμαλωσίᾳ· αὕτη καί γάρ, πλείστων τε ἄλλων κατά ψυχήν ἀγαθῶν ἡμῖν τοῖς τυραννουμένοις παραίτιος γέγονε, καί ἐξαιρέτως, δι' αὐτῆς καί ἐξ αὐτῆς ὁ εὐκλεής οὗτος, καί Χριστῷ πεφιλημένος, καί τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπός ἀνεβλάστησεν, οἱ Νεοφανεῖς, λέγω, μάρτυρες· οἱ νῦν εἰς εὐφημίαν προκείμενοι· οὗτοι γάρ, οἱ καρτερόψυχοι, τῇ τοῦ Χριστοῦ δυνάμει θωρακισθέντες, πάντα τά τοῦ βίου τερπνά, ὡς σκύβαλα ἐλογίσαντο· καί σαρκός μηδόλως φεισάμενοι, εἰς τό στάδιον τῆς ἀθλήσεως ἀπεδύσαντο, τήν μέν τῶν ᾽Αγαρηνῶν ἀσέβειαν θριαμβεύσαντες, τήν δέ τοῦ Χριστοῦ πίστιν, ἐν παρρησίᾳ ἀνακηρύξαντες· ὑπέρ ἧς, καί πολυειδέσι βασάνοις ἀνδρείως, μέχρι τέλους ἐνεκαρτέρησαν, καί τόν τοῦ μαρτυρίου ἀνεδήσαντο στέφανον, πρός τόν στεφανίτην ἀναβοῶντες, σύ τῶν μαρτύρων ὑπάρχεις, Χριστέ, τό στερέωμα.
Συναξάριον.
Μνήμη πάντων τῶν ῾Αγίων Νεοφανῶν τοῦ Χριστοῦ Μαρτύρων τῶν μετά τήν ἅλωσιν τῆς Κωνσταντινουπόλεως μαρτυρησάντων.
Νέοι ἀθληταί, ὤλεσαν τήν γραῦν ῎Αγαρ.
Καί νῦν σύνεισι τοῖς ἀθληταῖς τοῖς πάλαι.
Βῆ δέ Πόλον πληθύς, νεάθλων ἄστυ θεοῖο.
Ταῖς τῶν ἁγίων Νεοφανῶν Πατέρων ἡμῶν καί πάντων τῶν ἁγίων πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ᾽Αμήν.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Ἐν ᾠδαῖς τε καί ὕμνοις, τόν ὁσιομάρτυρα αἰνῶ Μακάριον Μακάριον τε Κῖον, καί Μᾶρκον τόν ἐκ Κρήτης, σύν αὐτῷ δέ καί Μύρωνα, τῆς αὐτῆς νήσου λαμπρόν ἀναφανέντα κλέος.
Μανουήλ τόν ἐκ Κρήτης σύν τῷ Μιχαήλ ᾽Αθηνῶν τῷ βλαστήματι, καί Μιχαήλ δέ πάλιν, τῷ ἐκ Γρανίτζης ὄντι, ἀναπέμψωμεν αἴνεσιν, ὡς τήν Τριάδα λαμπρῶς τεθεολογηκότι.
Μιχαήλ ἐκ Βρυούλων, ὁ λευκόχρους Κύκνος αἰσίως γεραίρεται, Νισύριος Νικήτας· Νικόδημος δέ πάλιν, ὁ ἐν Μάρτυσιν ὅσιος, ὁ τῇ μονῇ ἐνασκῶν τῇ ἐν τοῖς Μετεώροις.
Θεοτοκίον.
Ὅλη καλή ὑπάρχεις, ὅλη γλυκασμός καί ἡδύτης ἀκόρεστος Μαρία Θεοτόκε· δι᾽ ὅ τῇ θεωρίᾳ τοῦ σοῦ κάλλους ἀξίωσον, ἐπεντρυφᾷν με ἀεί τόν σόν οἰκτρόν οἰκέτην.
Καταβασία. Οὐκ ἐλάτρευσαν.
ᾨδή η΄. ῾Επταπλασίως κάμινον.
Τίς οὐ προσοίσει ἔπαινον, Νικοδήμῳ τῷ Μάρτυρι, καί ἀνδρί ὁσίῳ, χερσί ράβδον φέροντι, καί θείῳ βλαστήματι, Καππαδοκίας αὖθίς τε, τῷ ὑπέρ Χριστοῦ, διηθληκότι ἐν Σμύρνῃ γενναίῳ Νικολάῳ; Νικολάῳ τε ἄλλῳ, τῷ ἕλκοντι τό γένος ἐκ κώμης τοῦ Μετζόβου.
Καρπενησίου βλάστημα, εὐφημείσθω Νικόλαος, ὁ ἐν Βυζαντίῳ διαθλήσας ἄριστα· μεθ' οὗ καί Νικόλαος, τό Βυζαντίδος γέννημα· θείαις ἐν ᾠδαῖς, μεγαλυνέσθω δικαίως· Νικόλαος δέ αὖθις τό μέγα Χίου κλέος, ὡς ἐξ αὐτῆς βλαστήσας, καί ἐν αὐτῇ ἀθλήσας.
Τόν Κωνσταντινουπόλεως, μεγαλύνω Παρθένιον, τόν τῆς Μυτιλήνης, κλάδον ὡραιότατον· μεθ' οὗ ἀπελεύθερον, Παῦλον τόν Ρῶσσον ᾄσμασιν ἱεροῖς τιμῶ· καί τόν Παχώμιον ἅμα, τόν ὅσιον γεραίρω· σύν αὐτῷ δέ τόν θεῖον ὑμνῶ Παναγιώτην τόν ἐκ τῆς Καισαρείας.
Θεοτοκίον.
Φῶς ἡ τό πρῶτον τέξασα, τό ᾽Αγγέλους τά δεύτερα, φῶτα ὑποστῆσαν, καί φῶς τό πρωτόγονον· δημιουργῆσαν αὖθίς τε, φωστῆρας δύο παραγαγόν· ἐπί πᾶσι δέ ψυχήν ὡς φῶς οὐσιῶσαν, καί φῶτα ὑποδεῖξαν, προστάγματα οἰκεῖα, φώτισον τοῦ νοός μου τόν ζόφον, Θεοτόκε.
Καταβασία. Παῖδας εὐαγεῖς.
ᾨδή θ'. ᾽Εξέστη ἐπί τούτῳ ὁ οὐρανός.
Λαμπρύνει Νεομάρτυρας ὡς ἀστήρ, φαεινός ὁ ἐκ Κύπρου Πολύδωρος, καί Ρωμανός, ὁ ὁσιομάρτυς κατακοσμεῖ, χορόν τόν νεοσύλλεκτον, ἀθλητῶν Κυρίου καί Ρωμανός, ὁ ἱερεύς καί Μάρτυς, διπλοῦν λαμβάνει στέφος, παρά Θεοῦ τοῦ Παντοκράτορος.
Συγχαίρει Νεομάρτυσι τοῦ Χριστοῦ, ὁ στερρότατος Σάββας, Νιγδέλιος καί Σεραφείμ, ὁ τοῦ Φαναρίου ᾽Αρχειρεύς, αὐτοῖς δέ συναγάλλεται καί ὁ Τραπεζούντιος Συμεών μεθ' ὧν ἀεί χορεύει, Σταμάτιος ὁ θεῖος, ὁ ἐκ τοῦ Βόλου καταγόμενος.
Μαρτύρων νέων ηὔξησαν ἀριθμόν, Τριαντά-φυλλος ναύτης καί εὔχρηστος, Χριστῷ δειχθείς, Χρῆστος παραδείσου ὁ κηπουρός, τό ᾽Αλβανίας καύχημα καί Χριστοῦ ὁ δοῦλος ὡς ἀληθῶς Χριστόδουλος ὁ νέος, Χρυσῆ τε ἡ παρθένος τό Βουλγαρίας ἐγκαλλώπισμα.
Χορεία νεοσύλλεκτε ἀθλητῶν οὐρανία σειρά χρυσοσύνθετε πολυειδής, στέφανε ἀνθόπλεκτε ἱερέ, τόν ὕμνον τοῦτον δέξασθε, καί συναγαγόντες ἀδελφικῶς, τούς ἀνωνύμους ἄλλους, πάντες Χριστῷ πρεσβείαν, ὑπέρ ἡμῶν ἀεί προσφέρετε.
Θεοτοκίον.
Παράλαβε Παρθένε τοῦ σοῦ Υἱοῦ, ἱερούς Νεομάρτυρας ἅπαντας· τούς ἐνταυθοῖ περιεχομένους ὀνομαστί, καί εἴ τινες ἐνώνυμοι, ἄλλοι καί ἀνώνυμοι ἀλλαχοῦ· καί πρέσβευε σύν τούτοις ὅπως πυρός ρυσθέντες, τῆς θείας δόξης ἐπιτύχωμεν.
Καταβασία. ῾Απας γηγενής.
᾽Εξαποστειλάριον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Λαβόντες θεῖον βάπτισμα, τό δι' ὕδατος πρῴην, σύμφυτοι ὁμοιώματι, τοῦ θανάτου Κυρίου· γεγόνατε νῦν δέ πάλιν, βαπτισθέντες ἀνδρείως, τό δι' αἵματος Βάπτισμα, Νεομάρτυρες θεῖοι, πραγματικῶς, τούτου ὡμοιώθητε τῷ θανάτῳ· δι' ὅ καί ἠξιώθητε, δόξης τῆς ἀθανάτου.
῞Ετερον. Γυναῖκες ἀκουτίσθητε.
Χορείαν Νεοσύλλεκτον, γενναιότατον σύν-ταγμα, Νεομαρτύρων Κυρίου, ἀνευφημήσωμεν ὕμνοις, Φιλομαρτύρων σύστημα, πρός αὐτούς ἀνακράζοντες, ἀπό παντοίας ρύσασθε, ἡμᾶς ἀνάγκης καί βλάβης, τοῦ βροτοκτόνου Βελίαρ.
Θεοτοκίον.
Μαρία ὁ Χρυσόπλοκος, τῆς Θεότητος θάλαμος, εὐγένεια βροτῶν γένους ἡ κοσμήσασα Κόσμου, τήν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τό ἄκοσμον, τῆς ἐκ πόθου καί πίστεως, κοσμούσης σε ἐν εὐκόσμοις, ὑμνολογίαις, Παρθένε.
Εἰς τούς Αἴνους ἱστῶμεν Στίχους δ'.
῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Δεῦτε τοῦ Χριστοῦ ὁ μελισσών· Δεῦτε Φιλομάρτυρες πάντες, νῦν ἑορτάσωμεν, τήν κοινήν πανήγυριν Νεομαρτύρων Χριστοῦ· οὗτοι γάρ ἀνεδείχθησαν, ὑστέροις ἐν χρόνοις, δόξα καί στερέωμα τῆς ἡμῶν πίστεως· γένους ἡμετέρου προστάται· πάντων ἀσθενῶν ἰατῆρες, καί τῶν θλιβομένων παρακλήτορες.
Δεῦτε τῶν ᾽Αγγέλων στρατιαί. Δεῦτε ἀσωμάτων χορεῖαι, συνεορτάσατε, καί τούς Νεομάρτυρας νῦν συμπροπέμψατε, ἀπό γῆς εἰς οὐράνια καί γάρ οὗτοι πάντες, σῶμα θνητόν φέροντες ὥσπερ ἀσώματοι, ἤθλησαν καί ἔδειξαν ἔργῳ, μόνοις τοῖς ὀνόμασιν ὅτι, ῎Αγγελοι καί Μάρτυρες διΐστανται.
Δεῦτε τῶν Μαρτύρων ἡ πληθύς, δεῦτε προχυθέντες ἐκ Πόλου, νῦν κατασπάσασθε, ἄλλος ἄλλον Μάρτυρα καί πάντες ἔκαστον, συνωνύμους συνώνυμοι, παλαιοί τούς νέους, τούς ὁμοίους ὅμοιοι καί παραλάβετε, τούτους εἰς μονάς ἡμῶν θείας, ἵνα συνευφραίνησθε ἅμα, ἐν ἀρρήτῳ δόξῃ καί λαμπρότητι.
Δέχου ὦ Τριάς προσκυνητή δέχου ὦ Θεάνθρωπε Λόγε, τούς Νεομάρτυρας, τούτους οὕς προσάγει σοι γένος αἰχμάλωτον, ὥσπερ θύματα τέλεια ὡς εὔοσμα ρόδα, ἀρωματοσύνθετα, ὡς θυμιάματα μύρα πολύτιμα ὥσπερ καί ἐλευθερίαν ἀντίδος, καί πταισμάτων πάντων τήν συγχώρησιν.
Δόξα. ῏Ηχος πλ. α'.
Ὦ νέα παρεμβολή Χριστοῦ τοῦ Θεοῦ, ἥν ὁ ᾽Ιακώβ προῃνίξατο· ὦ νεοσύλλεκτος χορεία καί τρίπλοκος, ἡ ἐξ Ἱερομαρτύρον, Ὁσιομαρτύρον, καί Μαρτύρων συγκροτουμένη· τίς ἡμῶν τούς ἀθλητικούς ἀγῶνας κατ' ἀξίαν ἐγκωμιάσει; ὑμεῖς γάρ ἄλλος κατ' ἄλλον χρόνον, καί ἐξ ἄλλου τόπου ὁρμώμενοι, πάντες κατά μιᾶς τῆς ᾽Αγαρηνῶν ἀσεβείας ἠνδραγαθήσατε, καί ὑπέρ μιᾶς θεοσεβείας πολυειδῆ ὑπέστητε κολαστήρια· ἡδονή καί θαῦμα τοῖς ὁμοφύλοις, λύπη καί κατάπληξις τοῖς ἀλλοφύλοις γενόμενοι· ὄντως τοῖς αἵμασιν ὑμῶν, τό αἷμα τοῦ Χριστοῦ ἐτιμήσατε· καί τοῖς πάθεσιν ὑμῶν, τό πάθος αὐτοῦ ἐσεμνύνατε· δι' ὅ, ὑπέρ χιόνα ἐλάμψατε, ὑπέρ γάλα ἐτυρώθητε, καί ὑπέρ λίθον σάπφειρον τό σύνταγμα ὑμῶν. Καί νῦν ἐν οὐρανοῖς ἡνωμένοι ἀλλήλοις ὑπάρχοντες, πρεσβεύετε ἀπαύστως ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καί δοξάζομέν σε οἱ πιστοί κατά χρέος, τήν πόλιν τήν ἄσειστον, τό τεῖχος τό ἄρρηκτον, τήν ἀρραγῆ προστασίαν, καί καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη, καί ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ λΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά. Εἰς τούς Μακαρισμούς τήν γ'καί ς' ᾨδήν τοῦ Κανόνος.
Ἀπόστολος.
῏Ηχος πλ. δ' (Ψαλμός ια').
Προκείμενον.

Σύ, Κύριε, φυλάξαις ἡμᾶς καί διατηρήσαις ἡμᾶς.
Στίχος: Σῶσόν με, Κύριε, ὁτι ἐκλέλοιπεν ὁσιος.
Πρός ῾Εβραίους ᾽Επιστολῆς Παῦλου τό ᾽Ανάγνωσμα.
(ιβ' 1—10).
Ἀδελφοί, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καί τήν εὐπερίσπαστον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τόν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τόν τῆς πίστεως ἀρχηγόν καί τελειωτήν ᾽Ιησοῦν, ὅς ἀντί τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. ᾽Αναλογίσασθε γάρ τόν τοιαύτην ὑπομεμενηκότα ὑπό τῶν ἁμαρτωλῶν εἰς αὐτόν ἀντιλογίαν, ἵνα μή κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρός τήν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καί ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· «Υἱέ μου, μή ὀλιγώρει παιδείας Κυρίου, μηδέ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. ῞Ον γάρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δέ πάντα υἱόν ὅν παραδέχεται». Εἰ «παιδείαν» ὑπομένετε, ὡς «υἱοῖς» ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱός ὅν οὐ «παιδεύει» πατήρ; Εἰ δέ χωρίς ἐστε «παιδείας», ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστέ καί οὐχ «υἱοί». Εἶτα τούς μέν τῆς σαρκός ἡμῶν πατέρας εἴχομεν παιδευτάς καί ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρί τῶν πνευμάτων καί ζήσομεν; Οἱ μέν γάρ πρός ὀλίγας ἡμέρας κατά τό δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δέ ἐπί τό συμφέρον, εἰς τό μεταβαλεῖν τῆς ἁγιότητος αὐτοῦ.
Αλληλούϊα (γ΄). Ἦχος δ΄. (Ψαλμός ξε΄).
Στίχος: Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
῞Οτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός.
Εὐαγγέλιον
᾽Εκ τοῦ κατά Ματθαῖον.
(κ' 1-16).Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην ῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωἲ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ. Καί συμφωνήσας μετά τῶν ἐργατῶν ἐκ δηναρίου τήν ἡμέραν, ἀπέστειλεν αὐτούς εἰς τόν ἀμπελῶνα αὐτοῦ. Καί ἐξελθών περί τήν τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καί ἐκείνοις εἶπεν· ῾Υπάγετε καί ἡμεῖς εἰς τόν ἀμπελῶνα, καί ὅ ἐάν ᾗ δίκαιον, δώσω ὑμῖν. Οἱ δέ ἀπῆλθον. Πάλιν ἐξελθών περί ἕκτην καί ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περί δέ τήν ἑνδεκάτην ὥραν ἐξελθών εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καί λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τήν ἡμέραν ἀργοί; Λέγουσιν αὐτῶ ὅτι οὐδείς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· ῾Υπάγετε καί ὑμεῖς εἰς τόν ἀμπελῶνα, καί ὅ ἐάν ᾗ δίκαιον λήψεσθε. ᾽Οψίας δέ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τούς ἐργάτας καί ἀπόδος αὐτοῖς τόν μισθόν, ἀρξάμενος ἀπό τῶν ἐσχάτων, ἕως τῶν πρώτων. Καί ἐλθόντες οἱ περί τήν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνά δηνάριον. ᾽Ελθόντες δέ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καί ἔλαβον καί αὐτοί ἀνά δηνάριον. Λαβόντες δέ ἐγόγγυζον κατά τοῦ οἰκοδεσπότου λέγοντες ὅτι Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καί ἴσους ἡμῖν αὐτούς ἐποίησας τοῖς βαστάσασι τό βάρος τῆς ἡμέρας καί τόν καύσωνα. ὁ δέ ἀποκριθείς εἶπεν ἑνί αὐτῶν ῾Εταῖρε, οὐκ ἀδικῶ σε· οὐχί δηναρίου συνεφώνησάς μοι; ἆρον τό σόν καί ὕπαγε· θέλω δέ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καί σοί· ἤ οὐκ ἔξεστί μοι ποιῆσαι ὅ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγώ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καί οἱ πρῶτοι ἔσχατοι· πολλοί γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.
Κοινωνικόν. Εἰς Μνημόσυνον αἰώνιον.

Πηγή: Ανέμη - Ψηφιακή Βιβλιοθήκη Νεοελληνικών Σπουδών



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

24ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 05:43ΔΥΣΗ 19:16
175-190
Το Γενέθλιο του Αγίου Ιωάννη Προδρόμου και Βαπτιστού, Όσιος Αθανάσιος ο Πάριος
Το Γενέθλιο του Αγίου Ιωάννη Προδρόμου και Βαπτιστού, Όσιος Αθανάσιος ο Πάριος

ΙΟΥΝΙΟΥ
2017


Εικονοστάσι

24 Ιουνίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


18 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
19 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
20 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
21 Ιουνίου 2017
Νηστεία
22 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
23 Ιουνίου 2017
Νηστεία
24 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα