Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Παρακλητικός Κανών του Αγίου Ενδόξου Νεομάρτυρος Θεοδώρου του Μυτιληναίου του Χατζή


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





Παρακλητικός Κανών του Αγίου Ενδόξου Νεομάρτυρος Θεοδώρου του Μυτιληναίου του Χατζή


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ
ΝΕΟΜΑΡΤΥΡΟΣ
ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ, ΤΟΥ ΧΑΤΖΗ

Ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας Ἰωήλ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὰ ἐξῆς τροπάρια.

Ἦχος δ΄. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τὸν ὑπερθαύμαστον Χριστοῦ
ἀθλοφόρον,
καὶ Ἐκκλησίας νεομάρτυρα θεῖον,
ὑμνολογοῦντες εἴπωμεν,
ἐκ βάθους ψυχῇς,
ἅγιε Θεόδωρε,
Μυτιλήνης τὸ κλέος,
ταῖς λιταῖς σου φύλαττε,
ἐκ παγίδων βελίαρ,
τοὺς ἐκζητοῦντας δύναμιν τὴν σήν,
καὶ προστασίαν,
ἐν βίῳ πανόλβιε.

Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε,
τᾶς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,
εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κίνδυνων;
Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.

Ο Ν΄ Ψαλμὸς καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
«Νεομάρτυς Θεόδωρε νῦν φύλαξον με. Ἰωήλ»

Ὠδὴ α΄ Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας

Νοΐ καὶ τῇ γλώττῃ ἐπιθυμῶ,
ὁμοῦ καὶ καρδία,
ἀνυμνῆσαι ἱκετικῶς,
Θεόδωρον μάρτυρα Κυρίου,
ὡς ἂν πρεσβείαις αὐτοῦ σκεπασθήσομαι.

Ἑπόμενος μάρτυς τοῖς παλαιοῖς,
Θεόδωρε ὃντως,
πρὸ βημάτων δικαστικῶν,
Χριστὸν ὠμολόγησας θεόφρον,
ὃν ὑπὲρ πάντων ἀνθρώπων ἱκέτευε.

Ὀθνείαν ἀλλοίωσιν ἀθλητά,
ἀπέπτυσας τάχει,
τῆς ἀρνήσεως τοῦ Χριστοῦ,
διὸ καὶ ἡμᾶς ταῖς σαῖς πρεσβείαις,
τοὺς χλιαροὺς ἀναθέρμανον ἅγιε.

Θεοτοκίον.

Μαρία τὸ ὄνομα τὸ γλυκύ,
ὁμοῦ καὶ τὸ πρᾶγμα,
μὴ παρίδης εὐχετικῶς,
φυλάττουσα πάντας τοὺς σοὺς δούλους,
ἀπὸ παντοίας τοῦ βίου στενώσεως.

Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.

Ἀσθενείας ποικίλας,
καὶ ψυχικὸν τάραχον,
ταῖς ἰκετηρίαις σου μάκαρ,
ἠμῶν θεράπευσον,
καὶ πρὸς τὰ ἄνω τὸν νοῦν,
καὶ τὴν καρδίαν ὁδήγει,
τῶν μακαριζόντων σε,
μάρτυς Θεόδωρε.

Ραπισθείς ὑπὸ πλάνου,
καὶ πονηροῦ δαίμονος,
πίστιν ἀπηρνήσω θεόφρον,
τὴν ἀληθεύουσαν,
ἀλλ' ὑπέρ ταύτης λαμπρῶς,
μετ' οὐ πολὺ ἠγωνίσω,
ἣν ἐν τῇ καρδίᾳ μου,
αὔξανε ἅγιε.

Τὴν ἀχλὺν ἀκηδίας,
ἐκ τῆς ψυχῆς ἔπαρον,
τῶν ἱκετευόντων σὲ μάρτυς,
Χριστοῦ Θεόδωρε,
καὶ τὴν ἐγρήγορσιν δός,
αὐτοῖς λιταῖς σου ἁγίαις,
ὅπως διανύσωσι,
τρίβον τὴν εὔθετον.

Ὑπερβάς θελημάτων,
τῶν τοῦ Χριστοῦ Πάναγνε,
ἔπεσον ἐν λάκκῳ πταισμάτων,
πολλῶν ὁ δείλαιος,
διό ὁδήγησον,
καμὲ πρεσβείαις σου μῆτερ,
ὡς ἂν τὰ σωτήρια,
πράξω ἐντάλματα.

Διάσωσον,
τροπαιοφόρε Θεόδωρε μάρτυς θεῖε,
ἐκ κινδύνων πολυειδῶν καὶ στενώσεων,
τοὺς ἐκζητοῦντας ἐνθέως,
τὴν σὴν προστασίαν.

Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τo κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Τῷ ὄρει ποτέ,
τοῦ Ἄθωνος προσέδραμες,
εὐρεῖν τῆς ψυχῆς,
τὴν ἀληθῆ εἰρήνευσιν,
τὸν μῶμον ἀποπτυσάμενος,
τῆς Χριστοῦ ἀπαρνήσεως,
διὸ μὴ παραλίπης καὶ ἡμῶν,
στηρίζων εὐχαῖς πίστιν Θεόδωρε.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Στεναγμῶν μου τῶν ἔνδοθεν,
κόπασον τὸ ρεῦμα,
μάρτυς Θεόδωρε,
καὶ χορήγει ταῖς πρεσβείαις σου,
βίον γαληναῖον καὶ θεάρεστον.

Θεωρὸς ὤν ἐλλάμψεων,
μάρτυς ἀπορρήτων,
καὶ καταστάσεων,
ἐκ τοῦ λάκκου μὲ ἀνάγαγε,
τῶν ἀμπλακημάτων τῇ δυνάμει σου.

Ἐπαισχύνομαι ἅγιε,
διά τὸν ἄχρι τοῦδε,
τοῦ χρόνου βίον μου,
ἀλλὰ πρόφθασον πρεσβείαις σου,
καὶ παράσχου χεῖρα βοηθείας μοί.

Θεοτοκίον.

Ὁλοτρόπως Πανάχραντε,
ὄντως ἐμολύνθην ταῖς παραβάσεσι,
ἐντολῶν τοῦ θείου τόκου σου,
ὅθεν με λιταῖς σου ἀποκάθαρον.

Ὠδὴ ε'. Φώτισον ἡμᾶς.

Δεῦτε οἱ πιστοί,
ἐν τῇ Λέσβῳ ἱκετεύσωμεν,
τὸν Θεόδωρον χατζῆν τὸν ἀθλητήν,
ἐξαιτούμενοι αὐτοῦ θάρσος καὶ δύναμιν.

Ὢφθησαν ἡμῖν,
τὰ σὰ λείψανα Θεόδωρε,
ὥσπερ πλοῦτος οὐρανίων δωρεῶν,
ὃν μὴ παύση διανέμων τοῖς τιμῶσί σε.

Ρείθροις μυστικοῖς,
στεφανῖτα καταδρόσισον,
τοὺς ἐν θλίψεσι πεσόντας χαλεπαῖς,
καὶ πυρί φλογιζομένους περιστάσεων.

Θεοτοκίον.

Ἔπαρον ἁγνή,
τάς σάς χεῖρας καὶ ἱκέτευσον,
τὸν Υἱόν σου καὶ Δεσπότην τοῦ παντός,
ὑπὲρ πάντων τῶν ὑμνούντων τὸ σὸν ὄνομα.

Ὠδὴ στ'. Τὴν δέησιν.

Φρυάγματα,
ὡσεὶ χνοῦν ἐκλέπτυνον,
τοῦ ἐχθροῦ τὰ κατ' ἐμοῦ κινηθέντα,
καὶ ταῖς πρεσβείαις σου χάρισαι μάρτυς,
τῆς ταπεινώσεως δῶρον Θεόδωρε,
ὡς ἂν νικήσω εὐχερῶς,
τὸν ὑπερήφανον ὄφιν πανεύφημε.

Ὑπότροπος,
ἀθλητὰ γεγένημαι,
ἐν παγίσι τοῦ ἐχθροῦ καταπέσας,
καὶ συντριβείς ἁμαρτίας τῷ βέλει,
ἀδυνατῶ ἀνακύψαι Θεόδωρε,
διὸ τῆ ̒ρώμη σου καμοί,
παραστάτης Θεόδωρε φάνηθι.

Λιμώττουσαν,
τὴν ψυχήν μου ψώμισον,
τῶν ἁγίων πρεσβειῶν σου σιτίας,
καὶ τῷ χειμάρρῳ χαρίτων σου ταύτην,
τῆς Μυτιλήνης Θεόδωρε ἄρδευσον,
σὺ γὰρ ἐκτήσω ἀληθῶς,
πρὸς Θεὸν παρρησίαν καὶ δύναμιν.

Θεοτοκίον.

Ἀνύμφευτε,
Μαριὰμ Πανάχραντε,
ὀλισθήσασαν εἰς βάθη κακίας,
ἐμὴν καρδίαν ἀνάσυρον τάχει,
ταῖς πρὸς τὸν Πλάστην πυκναῖς ἰκεσίαις σου,
σὺ γὰρ τὸ γένος τῶν βροτῶν,
τῇ λοχείᾳ σου μῆτερ ἀνέπλασας.

Διάσωσον,
τροπαιοφόρε Θεόδωρε μάρτυς θεῖε,
ἐκ κινδύνων πολυειδῶν καὶ στενώσεων,
τοὺς ἐκζητοῦντας ἐνθέως,
τὴν σὴν προστασίαν.

Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἰμάτων σου.

Ὁμολογίαις λαμπραῖς διεκήρυξας,
τῆς Ἐκκλησίας τὰ ἅγια δόγματα,
ἐν Μυτιλήνῃ Θεόδωρε ἅγιε,
καθυπομείνας ἀνδρείως τὰ βάσανα,
διό σου τὴν μνήμην γεραίρομεν.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ.Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἐξανθήσει.

Εὐαγγέλιον τὸ ἒν τῷ Ὄρθρῳ τοῦ ἁγίου Γεωργίου.

Δόξα.Ταῖς τοῦ ἀθλοφόρου. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Στίχ.Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθεμένοι.

Ἅγιε Θεόδωρε,
τῆς Μυτιλήνης ἡ δόξα,
Ἐκκλησίας στόλισμα,
καὶ μαρτύρων νέων τὸ ἐγκαλλώπισμα,
πρὸς Θεὸν πάντοτε,
πρεσβείαις σου αἴτει,
τῆς ψυχῆς ἡμῶν τὸ εὔτονον,
καὶ τὴν εἰρήνευσιν,
ἐκ τῶν πειρασμῶν τοῦ ἀλάστορος,
ὁμοῦ δὲ καὶ τοῦ σώματος,
μάκαρ τὴν ὑγείαν καὶ εὔκλειαν,
σύ γὰρ ἐπ' ἐσχάτων,
τὸ στέφος ἐκομίσω ἀθλητῶν,
καὶ παρρησίαν πανεύφημε,
πρὸς τὸν ὑπεράγαθον.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ξηρασίαν νοός μου,
ἐκ τοῦ πλήθους πταισμάτων καὶ ἁμαρτάδων δεινῶν,
τῇ δρόσῳ πρεσβειῶν σου,
Θεόδωρε παμμάκαρ,
εἰς ζωὴν μεταποίησον,
ἵνα τιμῶμεν ἀεί,
τὴν ἔνδοξόν σου μνήμην.

Ὁ ἐχθρὸς με πειράζει,
λογισμοῖς τῆς πορνείας καὶ ἀκρασίας ὁμοῦ,
διὸ τὴν ἀρωγήν σου,
Θεόδωρε αἰτοῦμαι,
ὅπως εὕρω διέξοδον,
ἐκ τῶν ἀφύκτων δεσμῶν,
βελίαρ τοῦ ἀρχαίου.

Νυσταγμὸν ἀμελείας,
ἀκηδίας τὸν τρόπον,
καὶ ἀκοσμίαν νοός,
σαρκὸς ἐπαναστάσεις,
καὶ πᾶσαν ἀρρωστίαν,
τῆς ψυχῆς καὶ τοῦ σώματος,
Θεόδωρε ἀφ' ἠμῶν,
κατάργησον ταχέως.

Θεοτοκίον.

Μητροπάρθενε κόρη,
ἡ ἐντός σου δεχθεῖσα τὸν ποιητὴν τοῦ παντός,
χαρίτωσον λιταῖς σου,
ἡμᾶς τοὺς ὀρθοδόξους,
τοὺς πιστῶς ἀνυμνοῦντας σε,
καὶ ἐγκαρδίως ἁγνή,
τιμῶντας τὸν Υἱόν σου.

Ὠδὴ η'. Τὸν Βασιλέα.

Ἐν σοί καυχᾶται,
τῆς Βαρειᾶς ἐνορία,
καὶ αἰτεῖται νεομάρτυς ἡ χορεία,
τῶν πιστῶν ἀνθρώπων,
τὴν σὴν ἐπιστασίαν.

Νῦν πρὸ λειψάνων,
καὶ τῆς εἰκόνος σου μάρτυς,
τάς ἱκέτιδας ὑψοῦμεν πάντες χεῖρας,
ἵνα ἐκ παντοίων,
κίνδυνων λυτρωθῶμεν.

Χαρὰν παράσχου,
ταῖς σαῖς ἁγίαις πρεσβείαις,
τοῖς πενθοῦσιν ἐκ δεινῶν πολλῶν θεόφρον,
καὶ ἐπιζητοῦσι,
τὴν σὴν παρηγορίαν.

Θεοτοκίον.

Νυκτί Παρθένε,
ἐκ τῶν πολλῶν πειρασμῶν μου,
νῦν καλύπτομαι ἀντιβολῶν ὁ τάλας,
φέγγει πρεσβειῶν σου,
καταύγασον με μῆτερ.

Ὠδὴ θ'. Κυρίως Θεοτόκον.

Ίξῷ τοῦ πτερνοσκόπου,
μάρτυς συνελήφθην,
ἐν τῇ παγίδι ἀνόμων μου πράξεων,
διὸ πρὸς σὲ καταφεύγω,
κλεινέ Θεόδωρε.

Ὡς ἔχων παρρησίαν,
νέων τὴν χορείαν,
μὴ διαλίπης ἀεὶ τῇ δυνάμει σου,
περιφρουρῶν νεομάρτυς,
Χριστοῦ Θεόδωρε.

Ἡ νῆσος μάρτυς Λέσβος,
ὡς καὶ πάσα κώμη,
πρὸ τῆς σοροῦ τῶν ὀστῶν σου Θεόδωρε,
καθικετεύει ἐνθέως,
τὴν θείαν χάριν σου.

Θεοτοκίον.

Λιμὴν τῶν κεκμηκότων,
καὶ παρηγορία,
τῶν ἀλγουμενων γενοῦ Θεονύμφευτε,
σὺ γὰρ ὑπάρχεις Παρθένε,
ἠμῶν τὸ στήριγμα.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Χαίροις ἐνορίας τῆς Βαρειᾶς,
μάρτυς ὁ προστάτης,
καὶ θησαύρισμα ἱερόν,
χαίροις τὸ ταμεῖον,
τῶν ὑπὲρ νοῦν χαρίτων,
δι' ὧν καταπλουτίζεις,
ἡμᾶς Θεόδωρε.

Χαίροις ἀθλοφόρων τῶν παλαιῶν,
μάρτυς ὄντως ἴσος,
καὶ ὁμόγνωμος ἀληθῶς,
χαίροις καὶ τῶν νέων,
Χριστοῦ τροπαιοφόρων,
προσθήκη λαμπροτάτη,
σεμνὲ Θεόδωρε.

Τήρησον ἀτρώτους ἐκ τῶν βελῶν,
τοῦ δεινοῦ βελίαρ,
ἰκεσίαις σου ἱεραῖς,
τῶν πιστῶν τὰ πλήθη,
τὰ ἐστηκότα μάρτυς,
πρὸ τῶν σεπτῶν ὀστῶν σου,
καὶ σὲ γεραίροντα.

Ἅγιε Θεόδωρε ἀθλητά,
τοὺς νενοσηκότας,
καὶ ἀλγοῦντας νυχθημερόν,
ἐκ ποικίλων νόσων,
θεράπευσον εὐχαίς σου,
παρέχων ἰατρείας,
τούτοις τὸ χάρισμα.

Ἔχων ἐν τοῖς στέρνοις σου τὸν Χριστόν,
μάρτυς ἐλευθέρως,
διεκήρυξας πανταχοῦ,
δόγματα τὰ θεῖα,
αὐτοῦ καὶ ἀληθείας,
καὶ ἀνεδείχθης πάντων,
σεμνὸν ὑπόδειγμα.

Μνήσθητι Θεόδωρε καὶ ἡμῶν,
τῶν ἐν κατανύξει,
καὶ ἐκ βάθους τῶν καρδιῶν,
ψαλλόντων σοι θεόφρον,
τοὺς ὕμνους ἱκεσίας,
καὶ αἰτουμένων πάντων,
τὴν σὴν βοήθειαν.

Τὸ Τρισάγιον, Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς:
Ἦχος β'. Ὃτε ἐκ τοῦ ξύλου.
Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ,
πάσης Μυτιλήνης τὸ κλέος,
καὶ σεμνολόγημα,
Βαρειᾶς τὸ καύχημα,
καὶ ἡ βοήθεια,
ἀληθῶς ἀναδέδειξαι,
Θεόδωρε μάκαρ,
ὅθεν ἐκβοῶμεν σοι,
ταῖς ἱεραῖς σου λιταῖς,
πάσης ἐπήρειας δαιμόνων,
καὶ ἐξ ἀδοκήτων κινδύνων,
σῷζε τοὺς θερμῶς παρακαλοῦντὰς σε.



Πηγή: ΠΗΓΗ ΖΩΗΣ - ΟΡΘΟΔΟΞΗ ΠΑΡΟΥΣΙΑ ΣΤΟ ΙΝΤΕRΝΕΤ



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

21ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 06:29ΔΥΣΗ 17:55
294-71
Όσιος Ιλαρίων ο Μέγας, Όσιος Φιλόθεος ο Αγιορείτης, Αγία Θεοδότη και ο Άγιος Σωκράτης ο Πρεσβύτερος
Όσιος Ιλαρίων ο Μέγας, Όσιος Φιλόθεος ο Αγιορείτης, Αγία Θεοδότη και ο Άγιος Σωκράτης ο Πρεσβύτερος

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Β. Κορ. α´ 8 - 11
Λουκ. ζ´ 1 - 10

ΟΚΤΩΒΡΙΟΥ
2017


Εικονοστάσι

21 Οκτωβρίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


15 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
16 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
17 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
18 Οκτωβρίου 2017
Νηστεία
19 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
20 Οκτωβρίου 2017
Νηστεία
21 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα