Τετάρτη 28 Οκτωβρίου 2020

Ἑορτή τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Θεοτόκου. Τῶν Ἁγίων Μαρτύρων Τερεντίου καί Εὐνίκης καί τοῦ Ὁσίου Πατρός ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀρσενίου καί Ἀθανασίου, Πατριαρχῶν Κωνσταντινουπόλεως, τοῦ ἐξ Ἀνδρούσης Μεσσηνίας. Ἀγγελῆ, Μανουήλ, Γεωργίου καί Νικολάου τῶν νεομαρτύρων, τῶν ἐν Ρεθύμνῃ μαρτυρησάντων. Τοῦ Ἁγίου Ροστισλάβου, Μεγάλου Φωτιστοῦ Δουκός τῆς Μοραβίας.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Θ´ 1 - 7
1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα