Τετάρτη 21 Οκτωβρίου 2020

Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου καί τοῦ Ὁσίου Πατρός ἡμῶν Χριστοδούλου τοῦ Θαυματουργοῦ τοῦ ἐν Πάτμῳ. Θεοδότης καί Σωκράτους Μαρτύρων καί Ἰωάννου Νεομάρτυρος ἐκ Γουβῶν Μονεμβασίας. Φιλοθέου Ὁσίου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Β´ 24 - 30
24 πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. 25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε. 27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29 προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα