Κυριακή 3 Μαΐου 2020

ΚὙΡΙΑΚΗ Γ΄ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Τῶν ἁγίων μυροφόρων γυναικῶν, ἔτι δὲ Ἰωσὴφ τοῦ ἐξ Ἀριμαθαίας καί τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδἡμου». Τιμοθέου καὶ Μαύρας μαρτύρων (283). Πέτρου ἀρχιεπισκόπου Ἄργους (950), Οἰκουμενίου ἐπισκόπου Τρίκκης, Θεοφάνους Περιθεωρίου (ιδ’ αἱ.) Ξενίας παρθενομάρτυρος. Πάντων τῶν ἐν Θεσσαλονίκῃ διαλαμψάντων ἁγίων, Δημητρίου νεομάρτυρος ἐκ Χώρας Τριφυλίας (14 Ἀπριλίου), Ἡλία νεομάρτυρος τοῦ Ἀρδούνη (1685), Σεραφεὶμ ἰερομάρτυρος ἐπισκόπου Φαναρίου καὶ Νεοχωρίου (4 Δεκεμβρίου), ἐν Καρδίτσῃ, Τῶν παμμεγίστων Ταξιαρχῶν ἐν Μανδαμάδῳ Μηθύμνης ἐπὶ τοῖς ἐγκαινίοις τοῦ ί. ναοῦ τοῦ προσκυνἡματος.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Ϛ´ 1 - 7
1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα