Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




ΒΑΣΙΛΕΙΩΝ Γ'








ΚΕΦΑΛΑΙΟ 1 (Α)


1 ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.
1 Ο βασιλεύς Δαυίδ, όταν εγήρασε και είχε προχωρήσει πολύ εις την ηλικίαν, δεν ημπορούσε να θερμανθή, αν και τον περιέβαλλαν με πολλά ενδύματα.
2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ· ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσαν καὶ κοιμηθήσεται μετ᾿ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς.
2 Οι δούλοι είπαν τότε αναμεταξύ των· “ας αναζητηθή και ας ευρεθή δια τον βασιλέα μας μία νεαρά παρθένος, η οποία θα ευρίσκεται πλησίον αυτού, δια να τον εξυπηρετή. Αυτή θα κοιμάται μαζή του και θα θερμαίνη τον κύριόν μας, τον βασιλέα”.
3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου ᾿Ισραὴλ καὶ εὗρον τὴν ᾿Αβισὰγ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
3 Πράγματι ανεζήτησαν νεαράν παρθένον ωραίαν μεταξύ όλων των ορίων του Ισραηλιτικού λαού. Και ευρήκαν την Αβισάγ την Σωμανίτιδα, την οποίαν και έφεραν προς τον βασιλέα.
4 καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
4 Η νεάνις αυτή ήτο πάρα πολύ ωραία. Αυτή λοιπόν εθέρμαινε τον βασιλέα και γενικώς τον εξυπηρετούσε. Ο δε βασιλεύς δεν ήλθε ποτέ εις σαρκικήν σχέσιν με αυτήν.
5 Καὶ ᾿Αδωνίας υἱὸς ᾿Αγγὶθ ἐπῄρετο λέγων· ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
5 Ο Αδωνίας, ο υιός της Αγγίθ, υπερηφανεύετο και διαλαλούσε· “εγώ θα γίνω βασιλεύς”. Προς τούτο κατεσκεύασε δια τον εαυτόν του πολεμικά άρματα και προσέλαβεν ιππείς. Είχε δε ως σωματοφυλακήν του πενήντα άνδρας, οι οποίοι και έτρεχαν τιμητικώς εμπρός από αυτόν.
6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων· διατὶ σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω ᾿Αβεσσαλώμ.
6 Ο Δαυίδ, ο πατέρας, έβλεπεν όλα αυτά, άλλα ποτέ δεν ημπόδισε τον Αδωνίαν και ποτέ δεν του είπε· “διατί φέρεσαι έτσι;” Ο δε Αδωνίας ήτο ωραιότατος κατά την μορφήν και το παράστημα. Αυτόν είχε γεννήσει η Αγγίθ έπειτα από τον Αβεσσαλώμ.
7 καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ ᾿Ιωὰβ τοῦ υἱοῦ Σαρουΐας καὶ μετὰ ᾿Αβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω ᾿Αδωνίου·
7 Ο Αδωνίας συνενοήθηκε σχετικώς με τον Ιωάβ, τον υιόν της Σαρουΐας, και με τον αρχιερέα τον Αβιάθαρ, οι οποίοι και τον ηκολούθησαν.
8 καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ Νάθαν ὁ προφήτης καὶ Σεμεΐ καὶ Ρησὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ οὐκ ἦσαν ὀπίσω ᾿Αδωνίου.
8 Ο αρχιερεύς όμως Σαδώκ, ο Βαναίας υιός του Ιωδαέ, ο προφήτης Ναθαν, ο Σεμεΐ, ο Ρησί και οι άλλοι ισχυροί άνδρες του Δαυίδ δεν ηκολούθουν τον Αδωνίαν. Ο Αδωνίας ήλθεν στον βράχον Ζωελεθί, ο οποίος ήτο πλησίον της πηγής Ρωγήλ,
9 καὶ ἐθυσίασεν ᾿Αδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας παρὰ τὸν λίθον τοῦ Ζωελεθί, ὃς ἦν ἐχόμενα τῆς Ρωγήλ, καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς ᾿Ιούδα παῖδας τοῦ βασιλέως·
9 και εθυσίασε πρόβατα, μόσχους και αμνούς· εκεί προσεκάλεσεν όλους τους αδελφούς του, όλους τους επισήμους από τους Ιουδαίους, αυλικούς του βασιλέως.
10 καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατούς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσε.
10 Δεν προσεκάλεσεν όμως Ναθαν τον προφήτην, τον Βαναίαν, τους εμπειροπολέμους σωματοφύλακας του βασιλέως καίτόν Σολομώντα, τον αδελφόν αυτού.
11 Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν λέγων· οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν ᾿Αδωνίας υἱὸς ᾿Αγγίθ; καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω.
11 Ο Ναθαν ο προφήτης είπε τότε προς την Βηρσαβεέ, την μητέρα του Σολομώντος· “δεν ήκούσες, ότι ο Αδωνίας, ο υιός της Αγγίθ, ανεκήρυξε τον εαυτόν του βασιλέα, ενώ ο κύριος ημών, ο βασιλεύς Δαυίδ, δεν έχει ουδεμίαν γνώσιν του γεγονότος αυτού;
12 καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών.
12 Και τώρα άκουσε μίαν συμβουλήν, που θα σου δώσω, δια να ημπορέσης να σώσης την ζωήν σου και την ζωήν του παιδιού σου, του Σολομώντος.
13 δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα· οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν ᾿Αδωνίας;
13 Πηγαινε αμέσως προς τον βασιλέα Δαυίδ και είπε προς αυτόν τα εξής· Κυριέ μου, βασιλεύ, συ δεν ωρκίσθης εις εμέ την δούλην σου λέγων ότι το παιδί σου, ο Σολομών, θα βασιλεύση ύστερα από εμέ και αυτός θα καθήση επί του θρόνου μου; Διατί λοιπόν τώρα εβασίλευσεν ο Αδωνίας;
14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου.
14 Την ώραν δέ, κατά την οποίαν συ θα ομιλής εκεί με τον βασιλέα, θα έλθω και εγώ έπειτα από σε και θα επιβεβαιώσω τα λόγια σου”.
15 καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμιεῖον, καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ ᾿Αβισὰγ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ.
15 Η Βηρσαβεέ εισήλθεν στο δωμάτιον, όπου ευρίσκετο ο βασιλεύς, ο οποίος ήτα πολύ προχωρημένος πλέον εις την ηλικίαν και δια τούτο εξυπηρετείτο από την Αβισάγ την Σωμανίτιδα.
16 καὶ ἔκυψε Βηρσαβεὲ καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς· τί ἔστι σοι;
16 Η Βηρσαβεέ έσκυψε και προσεκύνησε τον βασιλέα. Εκείνος δε την ηρώτησε· “τι σου συμβαίνει;”
17 ἡ δὲ εἶπε· κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου λέγων· ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου.
17 Η Βηρσαβεέ απήντησε· “κύριέ μου βασιλεύ, συ ωρκίσθης στο όνομα Κυρίου του Θεού σου και υπεσχέθης εις εμέ την δούλην σου ειπών· Το παιδί σου, ο Σολομών, θα βασιλεύση έπειτα από εμέ. Αυτός θα καθήση στον θρόνον μου.
18 καὶ νῦν ἰδοὺ ᾿Αδωνίας ἐβασίλευσε, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
18 Και ιδού τώρα ο Αδωνίας ανεκηρύχθη βασιλεύς, χωρίς συ, κύριέ μου και βασιλεύ, να πληροφορηθής το γεγονός.
19 καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα καὶ ᾿Ιωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε.
19 Εκείνος εθυσίασε μοσχάρια, αρνιά και πολυάριθμα πρόβατα και προσεκάλεσεν εκεί όλους τους υιούς του βασιλέως, όπως επίσης τον αρχιερέα Αβιάθαρ, τον αρχιστράτηγον Ιωάβ· τον Σολομώντα όμως, τον υιόν σου, δεν τον εκάλεσε.
20 καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς ᾿Ισραὴλ πρός σε. ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν.
20 Προς σε δέ, κύριέ μου βασιλεύ, είναι εστραμμένοι οι οφθαλμοί όλου του Ισραηλιτικού λαού, δια να αναγγείλης εις αυτούς ποίος πράγματι θα καθήση στον θρόνον σου έπειτα από σέ.
21 καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱὸς μου ἁμαρτωλοί.
21 Εάν δε ο κύριός μου και ο βασιλεύς κοιμηθή και προστεθή στους προπάτορας αυτού, θελήση δε ο υιός μου ο Σολομών να διεκδικήση τον θρόνον, τότε αυτός και εγώ θα θεωρηθώμεν ως ένοχοι”.
22 καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Νάθαν ὁ προφήτης ἦλθε.
22 Και ιδού, ενώ ακόμη αυτή ωμιλούσε με τον βασιλέα, έφθασεν ο προφήτης Ναθαν.
23 καὶ ἀνηγγέλη τῷ βασιλεῖ· ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
23 Ανήγγειλαν στον βασιλέα· “ιδού, ο Ναθαν ο προφήτης ήλθε”. Εξήλθεν η Βηρσαβεέ και ο Ναθαν εισήλθε και παρουσιάσθη ενώπιον του βασιλέως, προσεκύνησεν αυτόν, κύψας το πρόσωπόν του μέχρις εδάφους.
24 καὶ εἶπε Νάθαν· κύριέ μου βασιλεῦ, σὺ εἶπας ᾿Αδωνίας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου;
24 Ο Ναθαν ηρώτησε· “Κυριέ μου βασιλεύ, συ απεφάσισες και ανήγγειλες, ότι ο Αδωνίας θα βασιλεύση έπειτα από σε και θα καθήση στον θρόνον σου;
25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ ᾿Αβιάθαρ τὸν ἱερέα, καὶ ἰδοὺ εἰσὶν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν· ζήτω ὁ βασιλεὺς ᾿Αδωνίας.
25 Διότι αυτός σήμερον κατέβηκε και εθυσίασε μοσχάρια, αρνιά και πρόβατα πολυάριθμα, προσεκάλεσεν εκεί όλους τους υιούς του βασιλέως, τους αρχηγούς του στρατού και τον αρχιερέα Αβιάθαρ. Και ιδού εκείνοι τρώγουν και πίνουν μαζή του και ανακράζουν· Ζητω ο βασιλεύς Αδωνίας.
26 καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν ᾿Ιωδαὲ καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
26 Εμέ δε τον δούλον σου και τον Σαδώκ τον αρχιερέα, τον Βαναίαν τον υιόν του Ιωδαέ και τον Σολομώντα τον υιόν σου δεν εκάλεσεν.
27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ρῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾿ αὐτόν;
27 Εάν το πράγμα αυτό έγινε κατόπιν εντολής του κυρίου μου του βασιλέως, πως δεν μου το κατέστησες γνωστόν, ώστε να γνωρίζω και εγώ ο δούλός σου, ποίος θα καθίση στον θρόνον του κυρίου μου του βασιλέως έπειτα από αυτόν;”
28 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ καὶ εἶπε· καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ.
28 Απεκρίθη ο Δαυίδ και είπε· “φωνάξατε να έλθη η Βηρσαβεέ”. Η Βηρσαβεέ εισήλθε και εστάθη ενώπιον του βασιλέως.
29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπε· ζῇ Κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
29 Ο βασιλεύς ενώπιον αυτής και του Ναθαν ωρκίσθη και είπεν· “ορκίζομαι στον ζώντα Κυριον και Θεόν, ο οποίος μέχρι σήμερον εγλύτωσε την ζωήν μου από πολλούς και διαφόρους κινδύνους,
30 ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ ᾿Ισραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾿ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾿ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
30 ότι, όπως υπεσχέθην εις σε ορκισθείς στο όνομα του Θεού του Ισραήλ λέγων, ότι ο Σολομών, ο υιός σου, θα βασιλεύση έπειτα από εμέ και αυτός θα καθήση στον θρόνον μου ως διάδοχός μου, έτσι σου λέγω και τώρα, ότι τούτο θα κάμω κατά την ημέραν αυτήν”.
31 καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησε τῷ βασιλεῖ καὶ εἶπε· ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα.
31 Η Βηρσαβεέ έσκυψε το πρόσωπόν της μέχρις εδάφους, προσεκύνησε τον βασιλέα και είπε· “είθε να ζη ο κύριός μου και βασιλεύς Δαυίδ αιωνίως”.
32 καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ· καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν υἱὸν ᾿Ιωδαέ· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως,
32 Ο βασιλεύς Δαυίδ είπε· “καλέσατε να παρουσιασθούν ενώπιόν μου ο αρχιερεύς Σαδώκ, ο προφήτης Ναθαν, ο Βαναίας ο υιός του Ιωδαέ”. Αυτοί δε και παρουσιάσθησαν ενώπιον του βασιλέως.
33 καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς· λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾿ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιών,
33 Ο βασιλεύς είπε προς αυτούς· “πάρετε μαζή σας την σωματοφυλακήν εμού του κυρίου σας και αναβιβάσατε εις την ιδικήν μου ημίονον τον υιόν μου τον Σολομώντα και οδηγήσατε αυτόν εις την Γιών.
34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε· ζήτω ὁ βασιλεὺς Σαλωμών.
34 Εκεί ο αρχιερεύς Σαδώκ ενώπιον και του προφήτου Ναθαν ας χρίση αυτόν ως βασιλέα του Ισραηλιτικού λαού. Κατόπιν με την κερατίνην σάλπιγγα σαλπίσατε και διαλαλήσατε· Ζητω ο βασιλεύς Σολομών.
35 καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾿ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδαν.
35 Αυτός θα καθήση επί του θρόνου μου και θα βασιλεύση αντί εμού. Εγώ έδωσα την εντολήν να είναι αυτός άρχων εις όλον τον ισραηλιτικόν λαόν και εις την φυλήν του Ιούδα”.
36 καὶ ἀπεκρίθη Βαναίας υἱὸς ᾿Ιωδαὲ τῷ βασιλεῖ καὶ εἶπε· γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως.
36 Ο Βαναίας, ο υιός του Ιωδαέ, απεκρίθη και είπε στον βασιλέα· “ας γίνη, όπως διέταξεν ο βασιλεύς. Κυριος ο Θεός του κυρίου μου του βασιλέως ας επαληθεύση και ας πραγματοποίηση τους λόγους σου.
37 καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ.
37 Είθε δέ, όπως Κυριος ο Θεός ήτο μαζή με τον κύριόν μου τον βασιλέα, κατά παρόμοιον τρόπον να είναι μαζή με τον Σολομώντα, και να δοξάση την βασιλείαν του περισσότερον από την βασιλείαν του κυρίου μου του βασιλέως Δαυίδ”.
38 καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών.
38 Πράγματι ο αρχιερεύς Σαδώκ, ο προφήτης Ναθαν και ο Βαναίας ο υιός του Ιωδαέ, όπως επίσης και η βασιλική φρουρά, που απετελείτο από τα Χερεθί και Φελεθί, ήλθον. Αυτοί εβοήθησαν και εκάθησεν εις την ημίονον του βασιλέως Δαυίδ ο Σολομών και ωδήγησαν αυτόν εις την Γιών.
39 καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισε τὸν Σαλωμὼν καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπε πᾶς ὁ λαός· ζήτω ὁ βασιλεὺς Σαλωμών.
39 Ο αρχιερεύς Σαδώκ επήρε την κερατίνην φιάλην, η οποία περιείχεν ιερόν έλαιον από την Σκηνήν του Μαρτυρίου και έχρισε τον Σολομώντα. Κατόπιν εσάλπισε με την κερατίνην σάλπιγγα και όλος ο παριστάμενος λαός εφώναζε· Ζητω ο βασιλεύς ο Σολομών.
40 καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.
40 Ολος ο Ισραηλιτικός λαός ανεγνώρισε και ηκολούθησε τον Σολομώντα ως βασιλέα. Οι Ισραηλίται εχόρευσαν τότε πολλούς χορούς και διεσκέδασαν με χαράν μεγάλην ζητωκραυγάζοντες, ώστε σαν να εσείετο και να εσχίζετο η γη από τας φωνάς αυτών.
41 Καὶ ἤκουσεν ᾿Αδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν ᾿Ιωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπε· τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;
41 Ο Αδωνίας και όλοι οι επίσημοι άνδρες, που ήσαν μαζή του, ήκουσαν αυτόν τον θόρυβον, όταν πλέον είχε τελειώσει το συμπόσιόν των. Ο δε Ιωάβ, όταν ήκουσε τον ήχον της σάλπιγγος, ηρώτησε· “τι σημαίνουν αι κραυγαί αυταί, από τας οποίας αντηχεί ολόκληρος η πόλις;”
42 ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ ᾿Ιωνάθαν υἱὸς ᾿Αβιάθαρ τοῦ ἱερέως εἰσῆλθε, καὶ εἶπεν ᾿Αδωνίας· εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι.
42 Ενώ δε έλεγεν αυτά, ιδού ο Ιωνάθαν, ο υιός του αρχιερέως Αβιάθαρ, προσήλθεν εις την συγκέντρωσιν αυτήν και ο Αδωνίας του είπεν· “έλα, διότι είσαι γενναίος άνθρωπος και ασφαλώς αγγελιαφόρος καλών ειδήσεων”.
43 καὶ ἀπεκρίθη ᾿Ιωνάθαν καὶ εἶπε· καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμών·
43 Ο Ιωνάθαν απήντησε και είπε· “βεβαιότατα ο κύριος μας, ο βασιλεύς Δαυίδ, ανεκήρυξε τον Σολομώντα ως βασιλέα.
44 καὶ ἀπέστειλε μετ᾿ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ Βαναίαν τὸν υἱὸν ᾿Ιωδαὲ καὶ τὸν Χερεθὶ καὶ τὸν Φελεθὶ καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·
44 Ο βασιλεύς έστειλε μαζή με τον Σολομώντα τον αρχιερέα Σαδώκ, τον προφήτην Ναθαν, τον Βαναίαν τον υιόν του Ιωδαέ, την βασιλικήν φρουράν των Χερεθί και Φελεθί, οι οποίοι εβοήθησαν τιμητικώς να ανεβή ο Σολομών εις την βασιλικήν ημίονον.
45 καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε.
45 Ο αρχιερεύς Σαδώκ ενώπιον και του προφήτου Ναθαν έχρισε τον Σολομώντα βασιλέα εις την Γιών. Από εκεί επέστρεψαν ευφραινόμενοι εις την Ιερουσαλήμ και όλη η πόλις αντήχησεν από τας ζητωκραυγάς. Αυταί είναι αι φωναί τας οποίας ηκούσατε”.
46 καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας,
46 Ετσι ο Σολομών εκάθησεν στον βασιλικόν θρόνον.
47 καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ λέγοντες· ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην,
47 Ολοι δε οι αυλικοί και το περιβάλλον του βασιλέως Δαυίδ εισήλθεν εις την αίθουσαν αυτού, δια να τον τιμήσουν και τον δοξάσουν λέγοντες· “είθε ο Θεός να δοξάση το όνομα του Σολομώντος περισσότερον από το ιδικόν σου όνομα και να αναδείξη την βασιλείαν του ανωτέραν από την βασιλείαν την ιδικήν σου”. Ο δε βασιλεύς ηυχαριστήθη και προσεκύνησε από την κλίνην του τον Θεόν.
48 καί γε οὕτως εἶπεν ὁ βασιλεύς· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.
48 Ο βασιλεύς ηυχήθη κατά τον ίδιον τρόπον και είπε· “δοξασμένος ας είναι Κυριος ο Θεός του Ισραηλιτικού λαού, ο οποίος σήμερον έδωκεν από τους υιούς μου βασιλέα να καθήση στον θρόνον μου και τον οποίον βασιλέα βλέπω εγώ με τα ίδια μου τα μάτια”.
49 Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ ᾿Αδωνίου καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ.
49 Κατόπιν αυτών όλοι οι επίσημοι προσκεκλημένοι του Αδωνίου εταράχθησαν και διεσκορπίσθησαν και ο καθένας επήρε τον δρόμον δια το σπίτι του.
50 καὶ ᾿Αδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου.
50 Ο ίδιος ο Αδωνίας εφοβήθη τον Σολομώντα, εσηκώθη και ήλθεν στο θυσιαστήριον των ολοκαυτωμάτων και έπιασε τα κέρατα του θυσιαστηρίου.
51 καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες· ἰδοὺ ᾿Αδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων· ὀμοσάτω μοι σήμερον Σαλωμών, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ρομφαίᾳ.
51 Αυτό ανέφεραν μερικοί στον Σολομώντα και του είπαν· “ιδού, ο Αδωνίας εφοβήθη τον βασιλέα Σολομώντα και κρατεί με τα χέρια του τα κέρατα του θυσιαστηρίου των ολοκαυτωμάτων λέγων· Ας μου ορκισθή σήμερον ο Σολομών, ότι δεν θα θανατώση δια ρομφαίας εμέ, τον δούλον του”.
52 καὶ εἶπε Σαλωμών· ἐὰν γένηται εἰς υἱὸν δυνάμεων, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται.
52 Ο Σολομών είπεν· “εάν στο μέλλον αναδειχθή καλός και τίμιος άνθρωπος, ούτε τρίχα δεν θα πέση από το κεφάλι του. Εάν όμως συλληφθή εις νέον ολίσθημα, θα καταδικασθή εις θάνατον”.
53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών· δεῦρο εἰς τὸν οἶκόν σου.
53 Ο βασιλεύς Σολομών έστειλεν ανθρώπους, οι οποίοι κατέβασαν τον Αδωνίαν από το θυσιαστήριον των ολοκαυτωμάτων. Εκείνος παρουσιάσθη ενώπιον του βασιλέως Σολομώντος και τον προσεκύνησεν. Ο δε Σολομών του είπε· “πήγαινε στο σπίτι σου”.


Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

24ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 05:43ΔΥΣΗ 19:16
175-190
Το Γενέθλιο του Αγίου Ιωάννη Προδρόμου και Βαπτιστού, Όσιος Αθανάσιος ο Πάριος
Το Γενέθλιο του Αγίου Ιωάννη Προδρόμου και Βαπτιστού, Όσιος Αθανάσιος ο Πάριος

ΙΟΥΝΙΟΥ
2017


Εικονοστάσι

24 Ιουνίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


18 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
19 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
20 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
21 Ιουνίου 2017
Νηστεία
22 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
23 Ιουνίου 2017
Νηστεία
24 Ιουνίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα