Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.








Απολυτίκια και κοντάκια της ημέρας

28 Δεκεμβρίου 2018

Ήχος γ'. Θείας πίστεως.

Θείον στράτευμα, πόλις αγία, περιούσιος λαός Κυρίου, ανεδείχθητε δισμύριοι Μάρτυρες, τη γαρ αγάπη αυτού δροσιζόμενοι, δια πυρός τον αγώνα ηνύσατε. Αλλ' αιτήσασθε, ελέους σοφοί τον πρύτανιν, δωρήσασθαι ημίν το μέγα έλεος.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Παρασκευή 28 Δεκεμβρίου 2018

Τῶν Ἁγίων Δισμυρίων Μαρτύρων τῶν ἐν Νικομηδείᾳ καέντων. Τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου. Τοῦ Ὁσίου Σίμωνος τοῦ Μυροβλύτου, κτήτορος τῆς ἐν τῷ Ἄθῳ Ἱερᾶς Μονῆς Σίμωνος Πέτρας.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ Α´ 1 - 13
1 Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. 2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· 4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. 5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· 6 αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ριπιζομένῳ. 7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήψεταί τι παρὰ τοῦ Κυρίου. 8 ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. 9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11 ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. 12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. 13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΔ´ 25 - 35
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου μαθητής εἶναι. 27 καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν, 29 ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, 30 λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; 31 ἢ τίς βασιλεὺς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. 34 Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Περί Θρησκείας

Όσιος Πορφύριος ο Καυσοκαλυβίτης ο διορατικός και θαυματουργός
Η Καινή Διαθήκη είναι πηγή ανεξάντλητη. Και όσο τη διαβάζεις, τόσο περισσότερο υπεισέρχεσαι στη σοφία του Θεού. Ἡ σοφία του Θεού δεν έρχεται μόνη της. Πρέπει εμείς να τη ζητήσουμε.



Πρόσφατες επισκέψεις


Καλώς ήρθατε στον «Ορθόδοξο Συναξαριστή»
 





Ημερολόγιο

10ΔΕΥΤΕΡΑ
ΑΝΑΤ. 06:00ΔΥΣΗ 16:40
344-21
Άγιοι Μηνάς ο Καλλικέλαδος, Ερμογένης και Εύγραφος, Όσιος Θωμάς ο Δεφουρκινός
Άγιοι Μηνάς ο Καλλικέλαδος, Ερμογένης και Εύγραφος, Όσιος Θωμάς ο Δεφουρκινός

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Εβρ. γ´ 5 - 11, 17 - 19
Μαρκ. η´ 11 - 21

ΔΕΚΕΜΒΡΙΟΥ
2018


Εικονοστάσι

10 Δεκεμβρίου 2018


Εβδομαδιαίο Νηστειοδρόμιο


9 Δεκεμβρίου 2018
Νηστεία - Επιτρέπεται το ψάρι
10 Δεκεμβρίου 2018
Νηστεία - Επιτρέπεται το ψάρι
11 Δεκεμβρίου 2018
Νηστεία - Επιτρέπεται το ψάρι
12 Δεκεμβρίου 2018
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος
13 Δεκεμβρίου 2018
Νηστεία - Επιτρέπεται το ψάρι
14 Δεκεμβρίου 2018
Νηστεία
15 Δεκεμβρίου 2018
Νηστεία - Επιτρέπεται το ψάρι

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα