Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.








Απολυτίκιο της ημέρας

22 Νοεμβρίου 2017

Ἦχος δ’. Ταχύ προκατάλαβε.

Tετρὰς ἡ θεοσύλλεκτος τῶν ἀποστόλων Χριστοῦ Φιλήμων καὶ Ἄρχιππος καὶ σὺν Ἀπφίᾳ ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος· λάμψαντες τοῖς ἐν σκότει ἀληθείας τὴν γνῶσιν, ἤθλησαν ὁμοφρόνως καὶ τὴν πλάνην καθεῖλον· καὶ νῦν ἐξευμενίζονται πᾶσι τὸν Κύριον.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Τετάρτη 22 Νοεμβρίου 2017

Τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος καί τῶν σύν αὐτῷ Ἀπφίας, Ἀρχίππου καί Ὀνησίμου. Τῆς Ἁγίας Μάρτυρος Κικιλίας καί τῶν σύν αὐτῇ. Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Καλλίστου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Ξανθοπούλου. Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ἀνθίμου, Προέδρου Κρήτης.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ Α´ 1 - 25
1 Παῦλος, δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν Ἰησοῦν. 7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. 8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ, 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον, 11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψά 12 σὺ δὲ αὐτόν, τοῦτ’ ἔστι τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον ἀλλ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ. 17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ. 21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμὴν.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Οσία Σοφία η εν Κλεισούρα ασκήσασα
Οι ταπεινοί θα κερδίσουν τον Παράδεισο.



Πρόσφατες επισκέψεις


Καλώς ήρθατε στον «Ορθόδοξο Συναξαριστή»
 





Ημερολόγιο

16ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 06:04ΔΥΣΗ 16:42
350-15
Προφήτης Αγγαίος, Αγία Θεοφανώ η Θαυματουργή σύζυγος του βασιλιά Λέοντα του σοφού, Άγιος Μόδεστος Αρχιεπίσκοπος Ιεροσολύμων
Προφήτης Αγγαίος, Αγία Θεοφανώ η Θαυματουργή σύζυγος του βασιλιά Λέοντα του σοφού, Άγιος Μόδεστος Αρχιεπίσκοπος Ιεροσολύμων

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Εφ. α´ 16 - 23
Λουκ. ιδ´ 1 - 11

ΔΕΚΕΜΒΡΙΟΥ
2017


Εικονοστάσι

16 Δεκεμβρίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


10 Δεκεμβρίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
11 Δεκεμβρίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
12 Δεκεμβρίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
13 Δεκεμβρίου 2017
Νηστεία
14 Δεκεμβρίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι
15 Δεκεμβρίου 2017
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος
16 Δεκεμβρίου 2017
Νηστεία - Επιτρέπεται το ψάρι

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα