Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὥσπερ θεράπων φερωνύμως τοῦ Λόγου, τοῦ ὑπὲρ ἔννοιαν φωτὸς ἠξιώθης, καὶ προφητείας ἔλλαμψιν ἐδέξω σοφὲ δόξαν γὰρ τὴν ἄυλον, καθαρῶς ἐποπτεύων, ὄργανον θεόπνευστον, Ὀβδιοὺ ἀνεδείχθης, προμελωδοῦν ἐν κόσμῳ μυστικῶς, τῶν ἐσομένων, Προφῆτα τὴν ἔκβασιν.
Κατέβασμα αρχείου (mp3)