Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Παρακλητικός Κανόνας εις την Υπεραγία Θεοτόκο την Κασσωπίτρα


Μέγεθος γραμματοσειράς κειμένου: Font Resize Font Resize Font Resize





Παρακλητικός Κανόνας εις την Υπεραγία Θεοτόκο την Κασσωπίτρα



Εὐλογητός ὁ Θεός ἡμῶν,πάντοτε· νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμός ρμβ’(142)
Καί εὐθύς Ἦχος δ΄
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.α'.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Στίχ.β'.Πάντα τά ἔθνη ἐκύκλωσάν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.γ'.Παρά Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τά παρόντα Τροπάρια
Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ἠ τῆς Κερκύρας περιώνυμος νῆσος, τῇ σῇ εἰκόνι Θεοτόκε καυχᾶται, καί τῇ Μονῇ τῇ θείᾳ σου, προστρέχει πιστῶς· Θαῦμα σου τό μέγιστον, Κασσωπίτρα αἰνοῦσα, ὅπερ ἐπετέλεσας, τυφλωθέντι Στεφάνῳ· ὡς οὖν ἐκείνῳ δοῦσα ὀφθαλμούς οὕτω τάς κόρας, ψυχῆς ἡμῶν ἄνοιξον.

Δόξα. Ὅμοιον.
Ἀνεκλαλήτου σε φωτός ὡς Μητέρα, καί χρυσαυγῆ τῆς οἰκουμένης λυχνίαν, καί ἀγαθῆς χρηστότητος, ἀείῤῥουν πηγήν· Δέσποινα Πανύμνητε, Μαριάμ Κασσωπίτρα, πάντες μεγαλύνομεν, καί πιστῶς ἐκβοῶμεν· ἐν τῷ φωτί τῶν θείων ἐντολών, βαίνειν εὐθέτως, ἡμᾶς καταξίωσον.

Καί νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός Ν’(50)
Καί εὐθύς.Ἦχος πλ.δ΄. ᾨδή α΄. Ὑγράν διοδεύσας
Ὑπεραγία Θεοτόκε σῶσον ἡμἁς
Φωνῆς μου Παρθένε τῆς ταπεινῆς, ὡς εὔστοργος Μήτηρ Φιλανθρώπου ἡμῶν Θεοῦ, ἐπάκουσον Κόρη Κασσωπίτρα· καί τῆς ψυχῆς μου τό σκότος διάλυσον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμἁς
Ὡς θεῖον θησαύρισμα σόν Ναόν, ἡ νῆσος Κερκύρας ἐπίκτᾶται τόν ἱερόν, ᾧ πίστει ἐλθόντες Κσσωπίτρα· τήν σήν ἁγίαν μορφήν ἀσπαζόμεθα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμἁς
Τριάδος τόν Ἕνα ὑπερφυῶς, Ἁγνή Κασσωπίτρα ἀπεκύησας ἐν σαρκί, Αὐτόν Μητρικῶς οὖν ἐκδησώπει· τῆς σαρκικῆς με φιλίας χωρίσασθαι.

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίω Πνεύματι
Ἰάσεων κρήνην σε διαυγῆ, χαρίτων ὑδρίαν δωρημάτων τε προχοήν, ἐν ῥείθροις εὑρίσκομεν θαυμάτων· ὦ Κασσωπίτρα Ἁγνή Κυριώνυμε.

Καί νῦν καί ἀεί καί εἰς τούς αιῶνας τῶν αἰώνων. Ἀμήν.

Συμφώνως ανθρώπων αἱ γενεαί, καί πλήθη Ἀγγέλων ἀσιγήτως ἐν οὐρανοῖς, Ἁγνή Κασσωπίτρα εὐλογουσιν· τῆς σῆς λοχείας τό μέγα Μυστήριον.

ᾨδή γ'.Οὐρανίας ἁψῖδος.

Ὑπεραγία Θεοτόκε σωσον ἡμᾶς
Ὀφθαλμούς τῷ Στεφάνῳ, τῇ σῇ χειρί δέδωκας, πάλαι ἐν ὁδῷ τυφλωθέντι, καί μετά πίστεως, τῷ σῷ Ἁγίω Ναῷ, ὦ Κασσωπίτρα ἐλθόντι, τοῦ ὑμνεῖν τήν δύναμιν, σοῦ τήν ὑπέρμαχον.

Ὑπεραγία Θεοτόκε σωσον ἡμᾶς
Νοητῶν Αἰθιόπων, τάς ζοφεράς φάλαγγας, θείῳ σου φωτί Κασσωπίτρα, Κόρη ἠμαύρωσας, Ἀγγελικούς δέ χορούς, χαριεστάτῃ σου θέᾳ, ἀγλαῶς ἐφαίδρυνας, καί κατελάμπρυνας.
Ὑπεραγία Θεοτόκε σωσον ἡμᾶς
Μετανοίας ὑπάρχεις, τό σταθερόν ἔρεισμα, πίστεως, ἀγάπης, ἐλπίδος, θεία βεβαίωσις, τῆς προσευχῆς γλυκασμός, τῆς ἀγαθότητος πλοῦτος, Κασσωπίτρα Δέσποινα, Κόρη Μητρόθεε.

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίω Πνεύματι
Ἐκλεκτὴ τῷ Κυρίῳ, ὡς καθαρὰ Πάναγνε, καὶ εὐλογημένη ὑπάρχεις, θείοις χαρίσμασιν, πεποικιλμένη λαμπρῶς, ὦ Κασσωπίτρα Μαρία, τὸν τῆς Εὔας ὄλισθον, ἐπανορθώσασα.

Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Διανοίας μου σκότος, πόρρω Ἁγνὴ δίωξον, Φῶς τὸ ἐκ Φωτὸς Κασσωπίτρα, μόνη ὡς τέξασα, καὶ φωτισμὸν καινουργόν, ἐν τοῖς ἐγκάτοις μου δίδου, σωτηρίου νόμου τε, θείαν ἐπίγνωσιν.
Καινούργησον, τά τῆς καρδίας μου ὄμματα Κασσωπίτρα, ἐνοπτρίζεσθαι τοῦ Θεοῦ τὸ κάλλος τὸ ἄῤῥητον, ἡ ὄμματα νέα δοῦσα Στεφάνῳ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Λυχνία χρυσῆ, ἀΰλου ὡραιότητος, αὐγή μυστική, σελήνη τε ὑπέρφωτος, οὐρανοῦ στερέωμα· ἡ κοσμοῦσα θείαις λαμπρότησι, ὦ Κασσωπίτρα σὺ εἶ ἀληθῶς, ὡς Μήτηρ τοῦ πάντων Βασιλεύοντος.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, εὐμενῶς παράστηθι τοῖς ἱκέταις σου· Κασσωπίτρα ἀειπάρθενε, καὶ τυχεῖν ἀφέσεως ἀξίωσον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Οὐρανὸς ὡς κατάστερος, δόξαν ἀνατέλλεις Θεοῦ τὴν ἄῤῥητον· Κασσωπίτρα Πανυπέραγνε, ὡς τῆς δόξης Κύριον κυήσασα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Μυστικὸν ὡς Παράδεισον, πάντες Κασσωπίτρα Ἁγνὴ σὲ ἔγνωμεν· αἰωνίου ἀπολαύσεως, διὰ σοῦ τὴν ἔκβασιν γὰρ ἔχομεν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Ἀδιστάκτῳ καρδίᾳ σοι, πάντες ὁμοφώνως τὸ χαῖρε κράζομεν· τῆς χαρᾶς τὸ μέγα πλήρωμα, Κασσωπίτρα Δέσποινα γὰρ τέτοκας.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Ἰδιῶται καὶ ἄρχοντες, πένητες καὶ πλούσιοι συναθροίζονται· Κασσωπίτρα τῷ τεμένει σου τὴν σεπτὴν εἰκόνα σου ἀσπάσασθαι.

ᾨδὴ ε'. Φώτισον ἡμᾶς.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Θαύματα πολλά, ἐξ εἰκόνος σου πηγάζουσι, καθ΄ ἑκάστην Κασσωπίτρα Ἀγαθή, Θεοῦ ὡς Μήτηρ, ὅσα θέλεις γὰρ καὶ δύνασαι.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ἔλεος τὸ σόν, Κασσωπίτρα οὐ δυνήσεται, μετρηθῆναι ἀνθρωπίνοις λογισμοῖς, Μήτηρ ἐλέους, σὺ ὑπάρχεις γὰρ φιλόστοργος.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ὄμματι τὸ πᾶν, τὸν Ὁρῶντα περίκλεισας,Παναγία Κασσωπίτρα σαῖς χερσίν, Ὅν ἐκδυσώπει, παραβλέψαι μου τὰ πταίσματα.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Τόμον Μαριάμ, Κασσωπίτρα ἐν ᾧ γέγραπται, τοῦ Πατρὸς ὁ συναΐδιος Υἱός, ἄνευ δακτύλου, ὁ προφήτης σε ὠνόμασεν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Ὄνομα ἐχθροῦ, ἀλαζόνος ἐταπείνωσας, Κασσωπίτρα ὑπερένδοξε εἰς γῆν, ταπεινοφρόνων, πολιτείαν δὲ ἀνύψωσας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Κυρία σύ, νοερῶν δυνάμεων, καὶ Βασίλισσα τοῦ κόσμου ὑπάρχεις· τοῦ οὐρανοῦ, καὶ τῆς γῆς πλατυτέρα, καὶ ὑπερτέρα ἁπάσης τῆς κτίσεως·
ὡς τέξασα ὑπερφυῶς· Κασσωπίτρα τὸν πάντα συνέχοντα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Εἰρήνης μοι, τὴν βαθεῖαν βράβευσον, Κασσωπίτρα Θεοτόκε Μαρία· τὸν ἀρχηγόν, τῆς εἰρήνης γὰρ μόνη, ἐν τῇ γαστρί σου ἀφράστως συνέλαβες· καὶ ἔχθρας πάλαι τῆς πικρᾶς τὸ χειρόγραφον Κόρη διέῤῥηξας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Καλλίφωνος, ἀηδὼν καὶ εὔλαλος, χελιδὼν τῶν ὑπὲρ νοῦν μεγαλείων· μόνη Ἁγνὴ, Κασσωπίτρα ἐδείχθης, ὡς κελαδήσασα ξένον μυστήριον· ἀῤῥήτῳ τρόπῳ τοῦ Θεοῦ· τὰς βουλὰς γὰρ ἐν γῇ ἐπραγμάωσας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀμέτρητος, ἡ ἰσχὺς σῆς χάριτος, καὶ ἡ δόξα σου Ἁγνὴ Κασσωπίτρα· ὅτι Θεόν, δυνατόν ἐν ἰσχύι, ταῖς σαῖς ἀγκάλαις ἀκόπως ἐβάστασας· τῇ δόξῃ ὅθεν και τιμῇ· τῶν Ἀγγέλων χοροὺς ὑπερβέβηκας.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Συμβόλαια, τῆς ἡμῶν θεώσεως, ὑπεγράφησαν σφραγίδι σου θείᾳ· τοῦ γὰρ Ἀδάμ, καὶ τῆς Εὔας τὸ χρέος, ὦ Μαριάμ Κασσωπίτρα ἐξήλειψας· καὶ Πύλας πάλιν οὐρανοῦ· εἰς αἰῶνας αἰώνων διήνοιξας.
Καινούργησον, τὰ τῆς καρδίας μου ὄμματα Κασσωπίτρα, ἐνοπτρίζεσθαι τοῦ Θεοῦ τὸ κάλλος τὸ ἄῤῥητον, ἡ ὄμματα νέα δοῦσα Στεφάνῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Εὐσπλαχνίας τῆς μητοπρεποῦς τὸ κεφάλαιον, Εὐλογίας καὶ τῆς ἀγαθότητος πέλαγος, σὺ ὑπάρχεις ἐν οἰκτιρμοῖς ἀφάτου σου στοργῆς· διὸ σπλάχνα σου τὰ μητρικά, εἰς τὴν συμπάθειαν ἡμῶν, εὐαρέστως διάνοιξον· Δέσποινα Κασσωπίτρα, Κερκύρας ἡ εὐκληρία, τῆς οἰκουμένης ὁ λιμήν, τῆς εἰρήνης ἡ ἀσφάλεια.

Εἶτα τὸ Α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη· ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου.(δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.(δίς)
Δόξα.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει, ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει, τὰ τῆς χάριτος, ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.(δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεᾷ καὶ γενεᾷ.

Εἶτα· ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.(α΄39-49,56).

Καὶ εἶτα· Ἦχος β΄.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι.
Ταῖς τῆς Κασσωπίτρας, πρεσβείαις Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ.β' Ὅλην ἀποθέμενοι.
Χάριν πολυέραστον, ἡ σὴ εἰκών ἡ ἁγία, ὡς χρυσοῦν διάκοσμον, καὶ τιμῆς ἁγίασμα περιβέβληται σὺ πηγὴ πέφυκας, δωρεῶν ἀΰλων, εὐλογίας ἡ ἀντίδοσις· ζωῆς τό νόμισμα, ἐν τοῖς οὐρανοῖς καταθέμενον· καὶ τράπεζα ἡ γέμουσα, θείας καὶ τερπνῆς ἀπολαύσεως· ταύτης ἡμᾶς δεῖξον φαιδροὺς συνδαιτυμόνας ἐν φωτί, ὦ Κασσωπίτρα Παντάνασσα, τούς σὲ μεγαλύνοντας.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπό σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ΄ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμοῦμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Συνετόν με καὶ πρᾶον, συμπαθῆ τε πρὸς πάντας καὶ ἐλεήμονα, ἐν γνώμης προαιρέσει, Παρθένε Κασσωπίτρα, τὸν σὸν δοῦλον ἀνάδειξον· τὸν τοῦ ἐλέους Θεόν, ὑμνεῖν εἰς τούς αἰῶνας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ὡς πολλή σου ἡ χάρις, ὡς μεγάλη ἡ σκέπη τῆς προστασίας σου, Παρθένε Κασσωπίτρα, ἁπλούται ὑπερμέτρως, τοῖς πιστῶς μακαρίζουσι· τὰ μεγαλεῖα τὰ σὰ, ἀεὶ μεγαλοφώνως.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Πενομένων ὁ πλοῦτος, καὶ τροφὴ τῶν πεινώντων ἡ ἀδαπάνητος, ὑπάρχεις Κασσωπίτρα, Παρθένε ὡς τὸν Ἄρτον, τῆς ζωῆς τὸν οὐράνιον· ἀποτεκοῦσα ἐν γῇ, Πατὴρ ὡς ἠβουλήθη.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἱεράτευμα θεῖον, καὶ Βασίλειον κράτος ἀδιασάλευτον, Παρθένε Κασσωπίτρα, ἐδείχθης ὡς ἐκ ῥίζης, τοῦ Δαυΐδ ἐκβλαστήσασα· παρ' ἱερέων τιμήν, καὶ Βασιλέων δέχου.
Καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Τοῦ τυφλοῦ ἀπό βρέφους, ὀφθαλμοὺς ὁ Υἱός σου ὡς πάλαι ἤνοιξε, Παρθένε Κασσωπίτρα, Στεφάνῳ τυφλωθέντι, ὀφθαλμοὺς πάλιν ἔδωκας· τῇ τῶν χειρῶν σου ἀφῇ, φωτὸς ὡς οὖσα Μήτηρ.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
ᾨδὴ η΄. Τον Βασιλέα τῶν οὐρανῶν.
Ρήσεις πληροῦνται, τῶν προφητῶν Παναγία, ἐπί σοὶ ἀληθῶς Κασσωπίτρα, ἔτεκες γὰρ κόσμῳ, Θεὸν καὶ Βασιλέα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ἀδιαλείπτως, σοὶ τὴν ᾠδὴν τοῦ Ἀγγέλου, ἐν χαρᾷ οἱ πιστοὶ ἐκβοῶμεν, χαίροις Κασσωπίτρα, ἐλπὶς περάτων κόσμου.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ἱστίῳ θείῳ, τῶν πρεσβειῶν σου εἰς ὅρμον, γαληνὸν Κασσωπίτρα Παρθένε, ἴθυνον τοὺς πόθῳ, ἀεὶ σὲ προσκυνοῦντας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Στήριγμα μέγα, καὶ προστασία κόσμου, ἀσφαλὴς Κασσωπίτρα ὑπάρχεις, ἄσειστον δὲ τεῖχος, καὶ σκέπη τῶν σῶν δούλων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Ἰδοὺ σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσιν ὕμνοις ἐνθέοις, Κόρη Κασσωπίτρα, ἀεὶ εὐλογημένη.

ᾨδὴ θ΄.Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Δικαίων αἱ χορεῖαι, τάξεις τῶν Ἀγγέλων, καὶ οἱ πιστοὶ ὁμφώνως, αἰσίαις φωναῖς, τῇ Κασσωπίτρᾳ κροτοῦσιν, ὕμνον ἐπάξιον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ὡς ὄρθρος ὡς ἡμέρα, πλήρης εὐλογίας, ἡ ἑορτή σου ἐπέστη, τῷ κόσμῳ παντί, ὦ Καασωπίτρα Παρθένε, δόξης ἀπαύγασμα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
Ρανάτωσαν νεφέλαι, δρόσον εὐφροσύνης, καὶ γλυκασμὸν αἰωνίου, χαρᾶς οἱ βουνοί, ἐν μετοχῇ Κασσωπίτρα, τῆς σωτηρίας σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀνύμφευτε Παρθένε, Κόρη Κασσωπίτρα, εὐεργεσίας ἀφράστου, ἡ πλήρης πηγή, ζωοποιῶν σου θαυμάτων, βλῦσον τὰ νάματα.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
Συνοῦσα τοῦ Θεοῦ σου, θέλημα τὸ θεῖον, ὦ Κασσωπίτρα Παρθένε, Ἀγγέλου φωνῇ, τὸν ὑπερούσιον Λόγον, ἔσχες ἐν μήτρᾳ σου.

Καὶ εὐθύς, τό
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ὧν ἡ ἀκροστιχίς:
«Χαίροις Κερκύρας κλέος»
Χαίρει πᾶσα κτίσις περιχαρῶς, σοῦ τῇ φιλοστόργῳ ἀντιλήψει Μῆτερ Θεοῦ, χαίρει καὶ καυχᾶται ἡ Κέρκυρα πλουτοῦσα· εἰκόνα Κασσωπίτρα σοῦ τὴν χαρίεσσαν.
Ἄγγελοι καὶ ἄνθρωποι συνῳδά, ὕμνους θεοπλόκους σοὶ Παρθένε ἁγνοπρεπῶς, ᾄδουσι βοῶντες Κυρία Κασσωπίτρα· περίσωζε λαόν σου ἐκ περιστάσεων.
Ἴδε μου τὸ σκότος τὸ σκυθρωπόν, Μῆτερ Κασσωπίτρα ὅ συνέχει μου τὴν ψυχήν, τοῦτο δὲ μακρόθι ἀπέλασον καὶ φῶς μοι· ἐγκαίνισον τὸ μέγα καὶ ἱλαρώτατον.
Ράκη διανοίας μου πενιχρά, τὰ ἐξ ἀμελείας καὶ φαυλότητος ἅ φορῶ, ἔκδυσον Μαρία Παρθένε Κασσωπίτρα· καὶ δός μοι τὸν χιτῶνα τῆς κοσμιότητος.
Ὅλῃ διανοίᾳ ὅλῃ ψυχῇ, ὅλῃ τε καρδίᾳ καὶ ἐξ ὅλης μου τῆς βουλῆς, στέργω σε ἐν φίλτρῳ υἱότητος ἀψεύστῳ· Παρθένε Κασσωπίτρα πάντων Βασίλισσα.
Ἴθυνον εἰς ὅρμον με γαληνόν, Κόρη Κασσωπίτρα ἡ κυήσασα ἐπὶ γῆς, ἄρχοντα εἰρήνης Χριστὸν τὸν Ζωοδότην· τὰ πρώην διεστῶτα τὸν συναρμόσαντα.
Σκεῦος εὐλογίας τὸ καθαρόν, πλοῦτος τῆς ἐλπίδος τῆς ἀγάπης οἶκος λαμπρός, πνεύματος Ἁγίου καθέδρα τε ἐγένου· Παρθένε Κασσωπίτρα Θεοχαρίτωτε.
Κύκλῳ τῆς εἰκόνος σου τῆς σεπτῆς, πόθῳ συνεστῶτες Κασσωπίτρα Μῆτερ Θεοῦ, κλίνομεν καρδίας καὶ σώματος τὸ γόνυ· τὴν σὴν ἐπικουρίαν ἐπικαλούμενοι.
Ἔρεισμα τῆς κτίσεως ἀῤῥαγές, τεῖχος οἰκουμένης τῶν ἀνθρώπων καταλλαγή, σὺ εἶ Κασσωπίτρα Παρθένε Παναγία· τὰς θύρας Παραδείσου ἡ διανοίξασα.
Ράδαμνον ἐβλάστησας ἐκ Πατρός, Πνεύματος Ἁγίου τῇ ἐλεύσει τε Μαριάμ, Λόγον καὶ Θεόν σου Παρθένε Κασσωπίτρα· Πρεσβείαις μητρικαῖς σου Ὅν ἐξιλέωσαι.
Κλύδων ἐκταράττει με ὁ σφοδρός, κύματαἐγείρων χαλεπώτατα πειρασμῶν, σπεῦσον Κασσωπίτρα Παρθένε Παναγία· καὶ δός μοι τὴν εἰρήνην τὴν ὑπέρ ἔννοιαν.
Ὕδατι νιψάμενος ὁ τυφλός, ἔβλεψε καὶ πάλιν τοῦ Υἱοῦ σου τῇ προσταγῇ, σοῦ δὲ τῇ προσψαύσει Παρθένε Κασσωπίτρα· ὀμμάτων νέων εὗρεν πλοῦτον ὁ Στέφανος.
Ρεῖθρον ἰαμάτων σε δαψιλές, πέλαγος θαυμάτων χαρισμάτων τε προχοή, πάντων τὰς καρδίας εὐφραίνουσα ἀρῥήτως· εἰκών σου Κασσωπίτρα πέλει ἡ πάντιμος.
Ἄνεσιν παράσχου μοι τῇ ψυχῇ, τῇ συγκεκλεισμένῃ τῶν πταισμάτων ἐν φυλακῇ, καὶ ἐλευθερίαν Παρθένε Κασσωπίτρα· τοῦ Πνεύματός μοι δίδου ἥν ἐξησφάλισας.
Σέμνωμα Κερκύρας θεοπρεπές, πλοῦτος οἰκουμένης ἐκκλησίας ὁ στολισμός πέλει ἡ Μονή σου Παρθένε Κασσωπίτρα· τοὺς πόθῳ προσιόντας καθαγιάζουσα.
Κράτυνον τὸ κέρας τῶν εὐσεβῶν, σύντριψον τὰ βέλη πολεμίων τῶν νοητῶν, ῥώμῃ τῆς χειρός συ Περθένε Κασσωπίτρα Θεὸν τὸν ἐν ἰσχύι μόνη ὡς τέξασα.
Λάμψον μοι ἀκτίνας τοῦ σοῦ φωτός, Μῆτερ Κασσωπίτρα φωτοπάροχε Μαριάμ, ἵνα ἐν τῷ βίῳ βαδίζων ἀπροσκόπως· Θεοῦ εἰς κατοικίαν φθάσω τὴν πάμφωτον.
Ἔλεγχος ἀδίκων καὶ μυσαρῶν, πέλει ἡ μορφή σου Κασσωπίτρα Μῆτερ Θεοῦ, τῷ ἀδικηθέντι Στεφάνῳ γὰρ παρέστης· τὴν ὅρασιν δικαίως τούτῳ βραβεύσασα.
Ὅπλον ἐν κινδύνοις καὶ συμφοραῖς, σοῦ τὰς εὐπροσδέκτους ἱκεσίας πρὸς τὸν Θεόν, Κόρη Κασσωπίτρα πλουτοῦμεν οἱ σοὶ δοῦλοι· ἐλπίζοντες εἰς ταύτας, οὐκ αἰσχυνόμεθα.
Σάλπιγξ μεγαλόφωνος καὶ χρυσῆ, λύρα μελῳδοῦσα μυστηρίων τὰς ἀπαρχάς, εὔσημος κιάρα ἀῤτήτων μεγαλείων· ὑπάρχεις Κασσωπίτρα Κόρη Πανάχραντε.
Χαίροις εὐφροσύνης ὁ γλυκασμός, χαίροις τῆς ἀγάπης καὶ ἐλπίδος θεία σφραγίς, πίστεως ἁγίας βεβαίωσις τελεία· Παρθένε Κασσωπίτρα νύμφη ἀνύμφευτε.
Πᾶσαι τῶν Ἀγγέλων οἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς,
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν ἀιώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον·
Δόξα.Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.Ἐλθέτω ἡ βασιλεία σου.Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς.Τὸν ἄστον ἡμῶν τόν ἐπιούσιον δὸς ἣμῖν σήμερον.Καὶ ἀφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις ἀγαθῶν ἡ ἀπαρχή, χαίροις τοῦ φωτὸς θεία πύλη, ἀγαθωσύνης πηγή, χάριτος ἀντίδοσις, ζωῆς ἡ πρόξενος· τῆς ἀγάπης κεφάλαιον, ἐλπίδος ταμεῖον, πίστεως τὸ ἔρεισμα, τὸ ἀδιάσειστον· Χαίροις Κασσωπίτρα Παρθένε, κλέος τῆς Κερκύρας τὸ μέγα· πάσης οικουμένης σεμνολόγημα.
Γλῶσσαι τῶν ῥητόρων αἱ τραναί, ὅλως τῇ σιγῇ σιωπῶσι, Παρθενομῆτορ Ἁγνή, τόκον σου τὸν ἄρῥητον, ὑμνεῖν μὴ σθένουσαι· τὰ δὲ χείλη ἀνοίγονται, πιστῶν ἱκετῶν σου, σοῦ τὴν πολυθαύμαστον, ᾄδειν χρηστότητα· ταύτην ἐν παντοίοις κινδύνοις, σύνδρομον πλουτοῦντες βοῶμεν· χαίροις Κασσωπίτρα ὑπερένδοξε.

Πηγή: Ιερά Μονή Παναγίας Κασσωπίτρας



Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter









Ημερολόγιο

21ΣΑΒΒΑΤΟ
ΑΝΑΤ. 06:29ΔΥΣΗ 17:55
294-71
Όσιος Ιλαρίων ο Μέγας, Όσιος Φιλόθεος ο Αγιορείτης, Αγία Θεοδότη και ο Άγιος Σωκράτης ο Πρεσβύτερος
Όσιος Ιλαρίων ο Μέγας, Όσιος Φιλόθεος ο Αγιορείτης, Αγία Θεοδότη και ο Άγιος Σωκράτης ο Πρεσβύτερος

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Β. Κορ. α´ 8 - 11
Λουκ. ζ´ 1 - 10

ΟΚΤΩΒΡΙΟΥ
2017


Εικονοστάσι

21 Οκτωβρίου 2017


Εβδομαδιαίο Νηστειοδρόμιο


15 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
16 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
17 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
18 Οκτωβρίου 2017
Νηστεία
19 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές
20 Οκτωβρίου 2017
Νηστεία
21 Οκτωβρίου 2017
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα