| Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυῒδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται, συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. |