Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.



Στις 12/01/2018 εορτάζουν:

Αγία Τατιανή, Άγιος Μέρτιος, Αγία Ευθασία

Νηστεία


ΣΗΜΕΙΩΣΗ
1. Περιττώς αναφέρεται από ορισμένους συναξαριστές η μνήμη του Aγίου Μάρτυρος Θεοδώρου του εν Ευχαΐτοις, δηλαδή του Θεοδώρου του Στρατηλάτου (βλέπε 8 Φεβρουαρίου).
2. Περιττώς αναφέρεται από ορισμένους συναξαριστές η μνήμη της Οσίας Θεοδώρας της εν Aλεξανδρεία (βλέπε 11 Σεπτεμβρίου).
3. Περιττώς αναφέρεται από ορισμένους συναξαριστές η μνήμη του Αγίου Aλεξάνδρου του Κωνσταντινουπόλεως (βλέπε 30 Αυγούστου).
4. Για την Σύναξη της Υπεραγίας Θεοτόκου της Μεσοπαντητίσσης βλέπε στις 13 Ιανουαρίου.





Απολυτίκια και κοντάκια της ημέρας

12 Ιανουαρίου 2018

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἰσχύι τῆς πίστεως, κραταιωθεῖσα σεμνή, νομίμως ἐνήθλησας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Τατιανὴ ἔνδοξε πάσας γὰρ τᾶς ἰδέας, τῶν δεινῶν ἐνεγκοῦσα, ἤσχυνας τὸν Βελίαρ, τὴ ἀτρέπτω σου στάσει ἐξ οὐ τῆς κακοτροπίας πάντας ἀπάλλαξαν.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Παρασκευή 12 Ιανουαρίου 2018

Τῆς Ἁγίας Μάρτυρος Τατιανῆς. Τῶν Ἁγίων Ἱερομαρτύρων Βασιλείου καί Ἰωάννου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α' Α´ 1 - 25
1 Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, 2 κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. 3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, 5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· 6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, 7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, 8 ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, 9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. 10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11 ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. 13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, 14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. 17 καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ ἐσχάτων τῶν χρόνων δι’ ὑμᾶς 21 τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. 22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· 24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· 25 τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α' Β´ 1 - 10
1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, 2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, 3 εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. 4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον, 5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. 6 διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ, 7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπιστοῦσιν δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· 8 οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. 9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10 οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Ο Θεός είναι η αρχή και το τέλος. Η χάρις Του ενεργεί όλα. Αυτή είναι η κινητήριος δύναμις. Το δε πώς γίνεται, πώς ενεργείται η αγάπη, είναι να φύλαξης τας εντολάς.

Γέροντας Ιωσήφ ο Αγιορείτης († 1959 μ.Χ.)



Πρόσφατες επισκέψεις


Καλώς ήρθατε στον «Ορθόδοξο Συναξαριστή»
 





Ημερολόγιο

17ΤΕΤΑΡΤΗ
ΑΝΑΤ. 06:27ΔΥΣΗ 17:59
290-75
Προφήτης Ωσηέ, Άγιος Ανδρέας ο Οσιομάρτυρας «Ὁ ἐν τὴ Κρίσει», Άγιοι Κοσμάς, Δαμιανός, Λεόντιος, Άνθιμος και Ευπρέπιος οι Ανάργυροι
Προφήτης Ωσηέ, Άγιος Ανδρέας ο Οσιομάρτυρας «Ὁ ἐν τὴ Κρίσει», Άγιοι Κοσμάς, Δαμιανός, Λεόντιος, Άνθιμος και Ευπρέπιος οι Ανάργυροι

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Ρωμ. θ´ 18 - 33
Λουκ. θ´ 44 - 50

ΟΚΤΩΒΡΙΟΥ
2018


Εικονοστάσι

17 Οκτωβρίου 2018


Εβδομαδιαίο Νηστειοδρόμιο


14 Οκτωβρίου 2018
Επιτρέπονται όλες οι τροφές
15 Οκτωβρίου 2018
Επιτρέπονται όλες οι τροφές
16 Οκτωβρίου 2018
Επιτρέπονται όλες οι τροφές
17 Οκτωβρίου 2018
Νηστεία
18 Οκτωβρίου 2018
Επιτρέπονται όλες οι τροφές
19 Οκτωβρίου 2018
Νηστεία
20 Οκτωβρίου 2018
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα