Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής



Κυρίως επιλογές

Ενδιαφέροντα κείμενα

IC XC ΝΙΚΑ

IC XC ΝΙΚΑ
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.




Τυπικὸν τῆς Μεγάλης τοῦ Χριστοῦ Έκκλησίας




Το Οικουμενικό Πατριαρχείο για το τρέχον δεν έχει ολοκληρώσει την καταχώρηση του τυπικού γι’ αυτό ενδέχεται κάποιες μελλοντικές ημερομηνίες να μην φέρνουν αποτελέσματα.


24η Σεπτεμβρίου 2018

ΔΕΥΤΕΡΑ: Τῆς Ἁγίας Μεγαλομάρτυρος καί Ἰσαποστόλου Θέκλης. Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς «Μυρτιδιωτίσσης». Τοῦ ὁσίου Σιλουανοῦ τοῦ Ἀθωνίτου. Τοῦ Ἁγίου Μάρτυρος Στεφάνου. Τῆς Ὑπεραγίας Θεοτόκου τῆς Παληανῆς.
 

 

Αἱ δύο Ἀκολουθίαι συμψάλλονται, προηγουμένης τῆς Θεοτόκου
(ἐκ τῆς ἰδιαιτέρας αὐτῆς Φυλλάδος).

Τῇ Κυριακῇ ἑσπέρας: Θ΄ ΩΡΑ

Ἀπολυτίκια: 1.– «Ἐξ ὕψους κατῆλθες...». 2.– Δόξα· «Ἡ πρῴην οὐ τίκτουσα...».

Κοντάκιον: Ἀντ’ αὐτοῦ ἡ Ὑπακοή τοῦ ἤχου· «Αἱ μυροφόροι τοῦ ζωοδότου...».

Ἀπόλυσις: Μικρά· «Ὁ ἀναστάς ἐκ νεκρῶν...».

ΕΣΠΕΡΙΝΟΣ

Προοιμιακός.

Εἰς τό· «Κύριε, ἐκέκραξα...» ἱστῶμεν Στίχους ς΄.

Ἑσπέρια: 1.– Τά 3 Στιχηρά Προσόμοια τῆς Θεοτόκου.

Ἦχος α΄. Ὤ τοῦ παραδόξου.

Ὤ τοῦ παραδόξου θαύματος, τοῦ φανέντος ἡμῖν, ἐν τῇ μνήμῃ σήμερον, τῆς μόνης τόν ποιητήν ἡμῶν, καί Κύριον, τεκούσης ἄνευ σπορᾶς, ἀνερμηνεύτως ἀῤῥήτως ὡς ἄνθρωπον, καί πόθῳ τούς εὐσεβεῖς, πρός εὐφροσύνην καί ἦχον ἑόρτιον, καί πρός εὐωχίαν θείαν, προσκαλοῦντος ἅπαντας, τῇ Παρθένῳ κραυγάζειν, χαῖρε πάντων ἡ ἀντίληψις.

Βαβαί τῶν σῶν θαυμασίων ἁγνή! ὅτι ἀνεδείχθη, πηγή θαυματόβρυτος, ὁ πάνσεπτος καί τερπνός, καί θεῖος οἶκός σου. Συνδράμωμεν οὖν πιστοί, καί χαρμοσύνως οἱ πάντες ὀψόμεθα, τό μέγα καί θαυμαστόν, καί ὑπερένδοξον ἔργον γεραίροντες, τῆς πανυπεράγνου Κόρης, τό λαμπρόν τεράστιον, ἥν πιστῶς προσκυνοῦμεν· τόν παράλυτον γάρ ἤγειρε.

Τήν σήν ὑμνοῦσι μετάστασιν, Θεομῆτορ κόρη, ἀσωμάτων τάξεις τε, τήν δόξαν σου καί λαμπρότητα, νῦν γεραίρουσαι. Συμφώνως οὖν καί ἡμεῖς, πάντων τά στίφη πιστῶς συγκροτοῦμέν σοι, ἐν φόβῳ τε καί χαρᾷ, τήν θαυματόβρυτον ταύτην πανήγυριν, τῆς σῆς πανενδόξου μνήμης, τεσσαρακονθήμερον, καί πιστῶς προσκυνοῦμεν, τήν πανσέβαστον εἰκόνα σου.

         καί 2.– Τά 3 Στιχηρά Προσόμοια τῆς Ἁγίας· «Κύριε, εἰ καί ἐν θυρίδι... – Κύριε, εἰ καί δεσμευθέντι... – Κύριε, εἰ καί διδασκάλου...».

Δόξα, Καί νῦν: Τό Ἰδιόμελον τῆς Θεοτόκου.

Ἦχος πλ. δ΄.

Τίς μή θαυμάσει, τίς μή δοξάσει, Θεοτόκε Ἀειπάρθενε, τά πολλά καί ὑπέρ φύσιν μεγαλεῖά σου; Οὐ μόνον γάρ παράλυτον, προσελθόντα σοι πιστῶς, θαυμασίως ἰάτρευσας, ἀλλά καί πάντοτε, τοῖς αἰτοῦσί σε πόθῳ, τά αἰτήματα παρέχεις. Διό ἄχραντε Θεόνυμφε, εὐχαρίστως πόθῳ δεόμεθα· τήν σήν βοήθειαν ἡμῖν δώρησαι, καί σῶσον τάς ψυχάς ἡμῶν.

Εἴσοδος: «Φῶς ἱλαρόν...». Τό Προκείμενον τῆς ἡμέρας καί τά Ἀναγνώσματα τῆς Θεοτόκου, ζήτει ταῦτα τῇ 8ῃ Σεπτεμβρίου.

Ἀπόστιχα: Τά 3 Στιχηρά Προσόμοια τῆς Ἁγίας· «Ὦ εὐκλεής Πρωτομάρτυς... – Δι’ ὀμβροτόκου νεφέλης... – Τόν πανωραῖον ἐν κάλλει...», μετά τῶν πρό αὐτῶν στίχων εἰς τά δύο τελευταῖα: α΄.– «Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτῆς». β΄.– «Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά διαβήματά μου».

Δόξα: Τό Ἰδιόμελον τῆς Ἁγίας· «Λεόντων ὁρμάς κατεπάτησας...».

Καί νῦν: Τό ἕτερον Ἰδιόμελον τῆς Θεοτόκου.

Ἦχος πλ. α΄.

Ὤ τῶν πολλῶν σου θαυμάτων ἁγνή! Πῶς ταύτῃ τῇ τῶν Κυθηραίων Νήσῳ, δέδωκας εἰς ἐπίσκεψιν τήν θείαν σου εἰκόνα. Πηγή γάρ θαυμάτων τοῖς προσ­τρέχουσιν ὑπάρχει, δι’ ἧς ἡμῖν τάς ἐνεργείας σου φανεροῖς. Καί γάρ τόν προσ­ιόντα σοι, εὐθέως ἐθεράπευσας καί τήν τῶν ἄρθρων ῥῶσιν δέδωκας αὐτῷ. Ἀλλ’ ἡ πάντα τά πρός βοήθειαν ἡμῖν ἀπονέμουσα, οὐ μόνον αὐτόν ὑγιῆ ἐποίησας, ἀλλά καί πάντας τούς πίστει σοι προστρέχοντας, χαρίσμασιν ἰάσεων πλουτίζεις. Διό καί ἡμῶν αἱ καρδίαι, πρός πόθον σου ἀναφλέγονται. Καί μετά πίστεως τῷ σῷ ναῷ συναθροισθέντες, δοξάζομεν τά μεγαλεῖα σου, δι’ ὧν ἐλέησον ἡμᾶς.

Τρισάγιον.

Ἀπολυτίκια: 1.– Τῆς Ἁγίας· «Θείου κήρυκος διδασκαλίας...» καί 2.– Δόξα, Καί νῦν, τῆς Θεοτόκου· «Λαοί, νῦν κροτήσωμεν...».

Ἀπολυτίκιον τῆς Ἁγίας Θέκλης.

(Συντεθέν ὑπό τοῦ ἀοιδίμου Πατριάρχου Κυρίλλου Ϛ΄).

Ἦχος γ΄. Θείας πίστεως.

Θείου κήρυκος διδασκαλίας, πόθῳ κτίστου σου ἀναφλεχθεῖσα, τῶν γεηρῶν ὡς ῥεόντων ἠλόγησας· καί σεαυτήν ἱερόν καλλιέργημα, τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας. Θέκλα ἔνδοξε, Παύλου τοῦ θείου συνέκδημε, τόν σόν Νυμφίον Χριστόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Θεοτόκου.

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Λαοί νῦν κροτήσωμεν δεῦτε τάς χεῖρας πιστῶς, καί ᾄσωμεν ᾄσμασι τῇ Θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· χαῖρε ἡ προστασία, πάντων τῶν δεομένων· χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πόθῳ· χαῖρε ἡ τῷ παραλύτῳ, τήν ἴασιν βραβεύσασα.

Ἀπόλυσις.

Τῇ Δευτέρᾳ πρωΐ: ΜΕΣΟΝΥΚΤΙΚΟΝ

Μετά τόν Ν΄ Ψαλμόν, τά διά τήν Λιτήν Στιχηρά Ἰδιόμελα τῆς Θεοτόκου· «Μέγα καί παράδοξον θαῦμα...» κτλ. μετά τοῦ Δόξα, Καί νῦν αὐτῶν. Τρισάγιον καί τό  Ἀπολυτίκιον τῆς Θεοτόκου· «Λαοί νῦν κροτήσωμεν...».

ΟΡΘΡΟΣ

Ἑξάψαλμος.

Εἰς τό· «Θεός Κύριος...».

Ἀπολυτίκια: 1.– Τῆς Ἁγίας· «Θείου κήρυκος διδασκαλία...». 2.– Δόξα, τό αὐτό καί 3.– Καί νῦν, τῆς Θεοτόκου· «Λαοί νῦν κροτήσωμεν...».

Καθίσματα: Τῆς Θεοτόκου τῆς α΄ καί β΄ Στιχολογίας καί τό μετά τόν Πολυέλεον, ἅπαντα ἐκ δευτέρου.

Τῆς α΄ Στιχολογίας.Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε πάντες οἱ πιστοί, δεῦτε θεάσασθε θερμῶς θαῦμα παράδοξον καί γάρ, σήμερον ἔλαμψεν ἡμῖν, ἐν τῇ πανσέπτῳ καί τεσσαρακονθημέρῳ ἡμέρᾳ τῆς ἁγνῆς θείας κοιμήσεως, ἐν ᾗ λαμπρῶς τελοῦμεν τήν πανήγυριν, πᾶς ὁ λαός καί παῖδες τῶν Κυθηραίων· καί γάρ Παράλυτον ἤγειρεν ἡ Θεοτόκος, ἐν τῷ ἁγίῳ τῶν Μυρτιδίων Ναῷ αὐτῆς.

Τῆς β΄ Στιχολογίας.Ἦχος πλ. δ΄. Τό προσταχθέν.

Τῶν Ὀρθοδόξων ὁ πιστός σύλλογος θεῖος ἐν τῷ πανσέπτῳ σου Ναῷ, Κόρη πανάχραντε, μετά πόθου προθύμως νῦν προσπελάζων, Παρθένε Μήτηρ Κυρίου κράζει θερμῶς. Ἐν ὥρᾳ τῆς καταδίκης τε καί ὀργῆς, τῆς μελλούσης Κολάσεως, λύτρωσαι πάντας τούς πιστούς, καί σωτηρίαν δώρησαι τοῖς πιστῶς προσκυνοῦσί σε.

Τό μετά τόν Πολυέλεον.Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη εὐλαβῶς, τῶν Κυθηραίων ὁ λαός καί ἐλάμβανεν εἰς νοῦν, τῶν ἀκενώτων δωρεῶν, πηγήν σε εἶναι, Θεόνυμφε καί Παρθένε, ἄνανδρον, Παρθένον καί πανέντιμον, πύλην κεκλεισμένην Θεοῦ ἡμῶν καί ἱερόν παλάτιον τοῦ Λόγου καί πλάστου Πατρός τοῦ ὑψίστου, τοῦ γεννηθέντος σπέρματος δίχα, ἐκ τῆς νηδύος σοῦ τῆς θεόπαιδος.

Ἀναβαθμοί: Τό α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου· «Ἐκ νεότητός μου...».

Προκείμενον: «Μνησθήσομαι τοῦ ὀνόματός σου...».

Στίχος: «Ἄκουσον, θύγατερ, καί ἴδε...».

Εὐαγγέλιον Ὄρθρου: Τῆς Θεοτόκου· «Ἀναστᾶσα Μαριάμ...» (Λουκ. α΄ 39-49, 56).

Ὁ Ν΄ Ψαλμός: (Χῦμα). Δόξα· «Ταῖς τῆς Θεοτόκου...». Καί νῦν, τό αὐτό καί τό Ἰδιόμελον· «Σήμερον συγκαλεῖται ἡμᾶς...», ζήτει τοῦτο εἰς Δόξα, Καί νῦν τῆς Λιτῆς.

Κανόνες: 1.– Ὁ α΄ τῆς Θεοτόκου· «Ὑμνήσωμεν ἅπαντες πίστει...», μετά τῶν Εἱρμῶν αὐτοῦ μετά στίχου· «Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς» καί 2.– Τῆς Ἁγίας· «Ἦχος γλώττης οὐ σθένει...» μετά στίχου· «Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ  ἡμῶν»  καί εἰς τά δύο τελευταῖα Δόξα, Καί νῦν, ἀμφότεροι εἰς 4.

Ἀπό γ΄ ᾨδῆς·

Μεσῴδια Καθίσματα: 1.– Τῆς Ἁγίας· «Εἰς ἀνδρείαν τό θῆλυ...» καί 2.– Δόξα, Καί νῦν, τῆς Θεοτόκου· «Κατεπλάγη εὐλαβῶς...» (τό μετά τόν Πολυέλεον).

Ἀφ’ ς΄ ᾨδῆς·

Κοντάκιον – Οἶκος: Τῆς Θεοτόκου.

Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῇ Θεοτόκῳ, οἱ πιστοί νῦν προσπελάσωμεν, ὡς χορηγούσῃ τοῖς πιστοῖς πᾶσιν ἰάματα, ἀναμέλποντες ἐφύμνια μετά πόθου· ἀλλ’ ὡς ἤγειρας παράλυτον, Θεόνυμφε ἀπό πάσης ἡμᾶς ῥῦσαι περιστάσεως, τούς σοί κράζοντας, χαῖρε δόξα παγκόσμιος.

Ὁ Οἶκος.

Ἄγγελοι ἀοράτως, καί βροτῶν πᾶσα φύσις, συμφώνως ἀνυμνήσωμεν πάντες, τήν πανθαύμαστον Θεοτόκον ἁγνήν· πολλῶν γάρ θαυμάτων αὐτουργός πέφηνε, καί ταύτην χαρμοσύνως εὐφημήσωμεν, πιστῶς βοῶντες.

Χαῖρε Παρθένε Μῆτερ Κυρίου.

Χαῖρε ἀρχή Μυστηρίου θείου.

Χαῖρε ἀνομβρίας αὐχμόν καταπαύουσα.

Χαῖρε ἐναντίους ἐχθρούς καταθραύουσα.

Χαῖρε ὅτι τόν παράλυτον καθυγείωσας λαμπρῶς.

Χαῖρε ὅτι τῶν προσφύγων σου προστατεύεις ἐναργῶς.

Χαῖρε ὅτι τῶν Κυθηραίων πέλεις καύχημα πάντων.

Χαῖρε παντός τοῦ κόσμου ὑπερμέγιστον θάμβος.

Χαῖρε δι’ ἧς ἡ χαρά ἐπέλαμψε.

Χαῖρε δι’ ἧς ἡ λύπη κατέπαυσε.

Χαῖρε ἁγνή ἀσθενῶν ἰατρεία.

Χαῖρε πάντων τῶν πιστῶν σωτηρία.

Χαῖρε δόξα παγκόσμιος.

Συναξάριον: Τῆς Θεοτόκου.

Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, ποιοῦμεν ἐνθύμησιν τοῦ θαύματος τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῶν Μυρτιδίων ἐν τῇ νήσῳ Κυθήρων, ὅτε τόν παράλυτον ἤγειρε.

Στίχοι: Τέρας νεουργόν εὐλογῶ τῆς Παρθένου.

                        Ἔσφιγξε καί γάρ νῦν μέλη παρειμένα.

                        Εἰκάδι ἀμφί τετάρτῃ ἔῤῥωται παράλυτος.

καί τό τῆς ἡμέρας ἐκ τοῦ Μηναίου.

Καταβασίαι: «Ἀνοίξω τό στόμα μου...».

Ἡ Τιμιωτέρα.

Εἱρμός θ΄ ᾨδῆς: «Ἅπας γηγενής...».

Ἐξαποστειλάρια: 1.– Τῆς Ἁγίας· «Ῥωσθεῖσα καλλιπάρθενε...» καί  2.– Τῆς Θεοτόκου.

Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Νῦν τῷ τεμένει δράμωμεν, Μυρτιδίων τῷ θείῳ, ὅπως ψυχῆς καί σώματος, λάβωμεν τάς ἰάσεις, παρά Μαρίας Παρθένου καί Θεοῦ ἡμῶν Λόγου, τοῦ γεννηθέντος ἐξ αὐτῆς, ὑπέρ νοῦν τε καί λόγον, ἵνα ἡμᾶς ἐκ χειρός ἁρπάσῃ τοῦ διαβόλου καί πρός ζωήν αἰώνιον, καί τρυφήν ἐπανάγῃ.

Εἰς τούς Αἴνους ἱστῶμεν Στίχους ς΄.

Αἶνοι: 1.– Τά 3 Στιχηρά τῆς Θεοτόκου· «Θυμιατήριον θεῖον... – Δεῦτε προθύμῳ καρδίᾳ... – Ὡς θαυμαστά τά ἔργα...» καί 2.– Τά 3 Ἰδιόμελα τῆς Ἁγίας· «Ἀθλητικόν στάδιον σήμερον... – Νυμφίον ἔχουσα ἐν οὐρανοῖς... – Ἀναθεῖσα σεαυτήν παντοδυνάμῳ...».

Δόξα: Τό Ἰδιόμελον τῆς Ἁγίας· «Τήν σήν ὑπέρ ἄνθρωπον ἄθλησιν...».

Καί νῦν: Τό Ἰδιόμελον τῆς Θεοτόκου.

Ἦχος πλ. α΄.

Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Πανάχραντε, ἐκεῖθεν τῶν ἀνιάτων ἀλγηδόνων διώκεται ἡ δύναμις· τίς γάρ μετοχή φωτός πρός σκότος, ἤ εὐεργετικῶν ἀγαθῶν πρός τιμωρίαν ἀθεράπευτον; Διό καί ἡμᾶς τῇ κραταιᾷ τῆς εὐσπλαγχνίας σου σκέπῃ προστρέχοντας, μή ὑπερίδῃς δεόμεθα· ἀλλ’ ἐν τῇ τῆς δυνάμεώς σου φρούρησον σκέπη, Μαρία, Χριστιανῶν τό καύχημα.

Δοξολογία: Μεγάλη.

«Λαοί, νῦν κροτήσωμεν...».

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

«Λαοί, νῦν κροτήσωμεν...».

Εἴσοδος.

Εἰσοδικόν: «Δεῦτε προσκυνήσωμεν... ὁ ἐν ἁγίοις θαυμαστός...».

Μετά τήν Εἴσοδον.

Ἀπολυτίκια: 1.– Τῆς Θεοτόκου· «Λαοί, νῦν κροτήσωμεν...». 2.– Τῆς Ἁγίας· «Θείου κήρυκος διδασκαλίας...» καί 3.– Τοῦ Ναοῦ.

Κοντάκιον: «Προστασία...».

Τρισάγιον.

Ἀπόστολος: Τῆς Ἁγίας· «Παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ...» (Β΄ Τιμ. γ΄ 10-15), μετά τοῦ Προκειμένου· «Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τόν Θεόν...», ζήτει τοῦτον τῇ Κυριακῇ τοῦ Τελώνου καί Φαρισαίου.

Εὐαγγέλιον: Τῆς Θεοτόκου· «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά...» (Λουκ. ε΄  12-16), ζήτει τοῦτο τῇ 8ῃ Σεπτεμβρίου.

Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».

Κοινωνικόν: «Ποτήριον σωτηρίου...».

«Εἴδομεν τό φῶς...» κτλ.

Ἀπόλυσις.
 





Θέλετε να μοιραστείτε αυτό το άρθρο;
  1. E-mail
  2. Μοιραστείτε το στο Facebook
  3. Μοιραστείτε το στο Twitter





Ημερολόγιο

24ΔΕΥΤΕΡΑ
ΑΝΑΤ. 06:18ΔΥΣΗ 18:21
267-98
Αγία Θέκλα η Ισαπόστολος, Σύναξη της Παναγιάς της Μυρτιδιώτισσας στα Κύθηρα και ανάμνηση της ιάσεως του παραλύτου
Αγία Θέκλα η Ισαπόστολος, Σύναξη της Παναγιάς της Μυρτιδιώτισσας στα Κύθηρα και ανάμνηση της ιάσεως του παραλύτου

ΑΝΑΓΝΩΣΜΑΤΑ ΑΓΙΩΝ
Β Τιμ. γ´ 10 - 15
Λουκ. ε´ 12 - 16

ΣΕΠΤΕΜΒΡΙΟΥ
2018


Εικονοστάσι

24 Σεπτεμβρίου 2018


Εβδομαδιαίο Νηστειοδρόμιο


23 Σεπτεμβρίου 2018
Επιτρέπονται όλες οι τροφές
24 Σεπτεμβρίου 2018
Επιτρέπονται όλες οι τροφές
25 Σεπτεμβρίου 2018
Επιτρέπονται όλες οι τροφές
26 Σεπτεμβρίου 2018
Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος
27 Σεπτεμβρίου 2018
Επιτρέπονται όλες οι τροφές
28 Σεπτεμβρίου 2018
Νηστεία
29 Σεπτεμβρίου 2018
Επιτρέπονται όλες οι τροφές

Προηγούμενη εβδομάδα
Αρχική εβδομάδα
Επόμενη εβδομάδα