Ορθόδοξος Συναξαριστής Ορθόδοξος Συναξαριστής







Απολυτίκιο της ημέρας

9 Φεβρουαρίου 2012
Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἀγάπη τοῦ Κτίσαντος, καταυγασθεῖς τὴν ψυχήν, τοῦ νόμου τῆς χάριτος, ἐκπληρωτῆς ἀκριβής, ἐμφρόνως γεγένησαι, ὅθεν καὶ τὸν πλησίον, ὡς σαυτὸν ἀγαπήσας, ἤθλησας Νικηφόρε, καὶ τὸν ὄφιν καθεῖλες, ἐντεῦθεν ἐν ὁμονοίᾳ, ἠμᾶς διατήρησαν.





Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Παρασκευή 10 Φεβρουαρίου 2012

Ἁγίου Χαραλάμπους ἱερομάρτυρος


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Β´ 1 - 10
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

Μετάφραση τῶν Ἑβδομήκοντα  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα




Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Ψαλμός 22

1Ψαλμὸς τῷ Δαυΐδ.

ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 2εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, 3τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. 5ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 6καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Ψαλμοί





Αγιολόγιο

ΦΕΒΡΟΥΑΡΙΟΣ 2012
9ΠΕΜΠΤΗ
Άγιος Νικηφόρος, Άγιοι Μάρκελλος επίσκοπος Σικελίας, Φιλάγριος επίσκοπος Κύπρου και Παγκράτιος επίσκοπος Ταυρομενίου
Άγιος Νικηφόρος, Άγιοι Μάρκελλος επίσκοπος Σικελίας, Φιλάγριος επίσκοπος Κύπρου και Παγκράτιος επίσκοπος Ταυρομενίου


Εικονοστάσι




Ράδιο - Τηλεόραση

Ο «Ορθόδοξος Συναξαριστής» δεν φέρει καμία ευθύνη για το περιεχόμενο των εκπομπών των ραδιοτηλεοπτικών σταθμών.

Ο «Ορθόδοξος Συναξαριστής» δεν έχει κανένα χρηματικό ή άλλο όφελος από την προβολή και το περιεχόμενο των εκπομπών των ραδιοτηλεοπτικών σταθμών.