Κυριακή 16 Δεκεμβρίου 2018

ΙΑ' Λουκᾶ (Ἡ παραβολὴ τοῦ μεγάλου Δείπνου). Τῶν Ἁγίων Προπατόρων. Τοῦ Ἁγίου Προφήτου Ἀγγαίου, τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Τῆς Ὁσίας Μητρός ἡμῶν Θεοφανοῦς τῆς Βασιλίσσης, Κτητορίσσης τῆς ἐν Χαλκιδικῇ Ἱερᾶς Πατριαρχικῆς καί Σταυροπηγιακῆς Μονῆς τῆς Ἁγίας Ἀναστασίας τῆς Φαρμακολυτρίας (883). Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Νικολάου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Χρυσοβέργη καί Μέμνωνος, Ἀρχιεπισκόπου Ἐφέσου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ´ 4 - 11
4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. 5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, 6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, 7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς· 8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· 9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ 10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, 11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα