Σάββατο 1 Δεκεμβρίου 2018

Τοῦ Ἁγίου Προφήτου Ναούμ, τοῦ Ὁσίου Πατρός ἡμῶν Φιλαρέτου τοῦ Ἐλεήμονος. Τοῦ Ἁγίου Μάρτυρος Ἀνανίου τοῦ Πέρσου καί τοῦ Ἁγίου Πατρός ἡμῶν Θεοκλήτου, Ἀρχιεπισκόπου Λακεδαιμονίας, τοῦ Θαυματουργοῦ. Τῶν Ἁγίων Πατέρων ἡμῶν Ἀνανίου καί Σολόχωνος, Ἀρχιεπισκόπων Ἐφέσου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Ε´ 22 - 26
22 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

ΠΡΟΣ ΓΑΛΑΤΑΣ Ϛ´ 1 - 2
1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα