Πέμπτη 29 Νοεμβρίου 2018

Τῶν Ἁγίων Μαρτύρων Παραμόνου καί Φιλουμένου. Τοῦ Ὁσίου Πατρός Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καί τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου, Ἐπισκόπου Κορίνθου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α' Ϛ´ 17 - 21
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. 20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ· ἀμήν.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα