Κυριακή 18 Νοεμβρίου 2018

Θ' Λουκᾶ (Ἡ παραβολὴ τοῦ ἄφρονος πλουσίου). Τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος. Τοῦ Ἁγίου Μάρτυρος Ρωμανοῦ. Τῶν Ἁγίων Μαρτύρων Ρωμανοῦ καί Ζακχαίου τῶν Διακόνων. Τοῦ Ἁγίου Νεομάρτυρος Ἀναστασίου τοῦ ἐκ Παραμυθίας.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Δ´ 1 - 7
1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. 4 ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· 5 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· 6 εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. 7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα