Κυριακή 4 Νοεμβρίου 2018

Ε΄ ΛΟΥΚΑ (Ἡ παραβολὴ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου). Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωαννικίου τοῦ Μεγάλου καί τῶν Ἁγίων Ἱερομαρτύρων Νικάνδρου, Ἐπισκόπου Μύρων, καί Ἑρμαίου Πρεσβυτέρου. Πορφυρίου Μάρτυρος. Ἰωάννη Βατάτζη τοῦ Βασιλέως καί Ἐλεήμονος. Τοῦ Ὁσίου Πατρός ἡμῶν Γεωργίου Καρσλίδου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Β´ 4 - 10
4 ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι· 6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα