Σάββατο 3 Νοεμβρίου 2018

Τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ καί Ἀειθαλᾶ. Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ἐν Λύδδῃ Ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ. Τοῦ Ὁσίου Πατρός ἡμῶν καί νέου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπολίτου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Η´ 1 - 5
1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν· 3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι. 4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, 5 καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ,

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα