Σάββατο 1 Σεπτεμβρίου 2018

Ἀρχή τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου ἐκκλησιαστικοῦ ἔτους. Ἡ σύναξις τῆς ἐν τῷ Πανσέπτῳ Πατριαρχικῷ Ναῷ κατατεθειμένης εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπιλεγομένης «τῆς Παμμακαρίστου». Τοῦ Ὁσίου Συμεών τοῦ Στυλίτου καί ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῶν Μιασηνῶν. Τῶν Ἁγίων Μ΄ Μαρτύρων παρθένων ἀσκητριῶν καί Ἀμμοῦν Διακόνου καί διδασκάλου αὐτῶν. Τῶν Ἁγίων Μαρτύρων Καλλίστης, Εὐόδου καί Ἑρμογένους τῶν αὐταδέλφων. Μελετίου Ὁσίου τοῦ ἐν τῷ ὄρει τῆς Μυϊουπόλεως ἀσκήσαντος καί Ἰησοῦ τοῦ Ναυῆ. Τοῦ Ὁσίου Πατρός ἡμῶν Νικολάου τοῦ Κουρταλιώτου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α' Β´ 1 - 7
1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, - ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, - διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα