Σάββατο 25 Αυγούστου 2018

Ἡ Ἐπάνοδος τοῦ σεπτοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου. Τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατά Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου τοῦ Σχολαρίου καί Ἰωάννου, Πατριαρχῶν Κωνσταντινουπόλεως. Τοῦ Ἁγίου Ἰωάννου τοῦ Καρπαθίου.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΤΙΤΟΝ Α´ 1 - 5
1 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν 2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, 3 ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. 5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,

ΠΡΟΣ ΤΙΤΟΝ Β´ 15 - 15
15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

ΠΡΟΣ ΤΙΤΟΝ Γ´ 1 - 2
1 Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, 2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους.

ΠΡΟΣ ΤΙΤΟΝ Γ´ 12 - 15
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα