Πέμπτη 23 Αυγούστου 2018

Ἀπόδοσις τῆς Ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου. Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Εἰρηναίου, Ἐπισκόπου Λουγδούνου. Τοῦ Ἁγίου Μάρτυρος Λούπου καί τοῦ Ὁσίου Πατρός ἡμῶν Νικολάου τοῦ Σικελιώτου καί τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως. Τοῦ Ὁσίου Πατρός ἡμῶν Χαραλάμπους, τοῦ ἐν Καλυβιανῇ.


Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ Β´ 5 - 11
5 τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, 7 ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, 8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9 διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα